# P.Enteux. 81

Documentary Papyri, P.Enteux., P.Enteux. 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-enteux/81
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-enteux/81

βασιλεῖ Πτολεμαίωι χαίρειν … . τῆι δεκάτηι τοῦ Τῦβι μηνὸς τ… τῶι α ἔτει παρα … τῆς αὑτοῦ γυναικὸς Ἡδίστης καὶ τῆς ταύτης … ἀνδρός μου Φίλωνος οἰκίαν τὴν οὖσαν ἐ… … ἐμέ τε καὶ τὴν ἀδελφὴν μου … την …ἐκέλευέν με ὁ Ἄλκιμος ἐκχωρεῖν, προφερόμενος …ωι εἰσελθόντα εἰς τὴν οἰκίαν ἐγβαλεῖν τοὺς ἐνοικοῦντας, ἐμοῦ δὲ …ἐὰν μή τι γράμμα περὶ τούτων ἐπιδείξῃ καὶ … ἐπετατ…ν… Ἀλκιμος ἐξήνεγκεν τ… σκευῶν ἡμῶν εἰς τ… τῆς ἀδελφῆς μου ο…οδωμα καὶ βοώσης ἀνθρώπους, καὶ πλειόνων συνελθόντων, ἐν οἷς ἦν καὶ Ἀγαθοκλῆς ὁ ἐπιστάτης, Ἡδίστη μὲν καὶ Κοννάρα ἐβαλ…ν… τη…ις βοώσης δέ μου α… καὶ εἰσελθόντων τινῶν, Ἄλκιμος ἀνελόμενος τῆι δεξιᾶι χειρὶ ξύλον ἐπάταξε … ξύλωι ἑκὼν εἰς τὸν δεξιὸν πῆχυν τῆς χειρὸς καὶ κατέαξε …λημα α… ἐπιμαρτυρομένης τοὺς παρόντας, ἐπάταξε … εἰς ὃ ἂν τύχοι μου μέρος τοῦ σώματος, ἄρχων εἴς με χειρῶν ἀδίκων κα… ἐξέβαλλεν ἐκ τῆς προειρημένης οἰκίας· οὐκ ἐκχωρούσης δέ μου … παραγενομένου τοῦ υἱοῦ μου Ἀριστομάχου, μετὰ δὲ ταῦτα καὶ τοῦ ἀνδρός μου Φίλωνος, καταλιπόντες ἡμᾶς ἀπηλλάγησαν. ἐπεὶ οὖν ὑφʼ ὧν συντετέλεσται εἴς με …υω διαλυθῆναι, ἀπέσταλκα δὲ τὸν ἐμαυτῆς ἄνδρα δώσοντα τὴν ἔντευξιν …ντα ταῦτα τῶι στρατηγῶι, ἀξιῶ σε, βασιλεῦ, δεομένη προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἀγαθοκλεῖ τῶι ἐπιστάτηι διασαφῆσαί τε αὐτῶι τὸ ἐπακολουθ…ε ἀποστεῖλαι ὅπως διεγγυηθῇ καί, ἐὰν ἐν ταῖς κατὰ τὸν νόμον ἡμέραις …αφυγη, ἐὰν δὲ διαναστῶ, λάβω παρʼ αὐτοῦ τὸ δίκαιον διὰ τοῦ δικαστηρίου … ὑστερήσω, ἀλλὰ διὰ σέ, βασιλεῦ, τῶν φιλανθρώπων τύχω. εὐτύχει. … ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. … αδ… ου…

---

Documentary Papyri, P.Enteux.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.enteux.
