# P.Enteux. 89

Documentary Papyri, P.Enteux., P.Enteux. 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-enteux/89
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-enteux/89

βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀλέξανδρος Πειθ…, ἐκ Φαρβαίθου, τῆς Ἡρακλείδου μερίδος. ἀδικοῦμαι ὑπὸ Ἀπολλωνίου τ…κατακω…νομ… ἐμοῦ γὰρ μισθωσαμένου παράδεισον, τοῦ κβ ἔτους, παρὰ … φόρον τοῦ παραδείσου τούτου δραχμὰς κ, ἵνα ἐνβάλῃ εἰς τὴν τράπεζαν, τούτων ἐνβέβληκεν δραχμὰς ι, τὰς δὲ δέκα δραχμὰς ἐφείλκυσται ἔτι καὶ νῦν οὐκ ἐνβαλὼν εἰς τὴν τράπεζαν· ἐγὼ δὲ πράττομαι ὑπὸ Θευγένους, τοῦ κυρίου τοῦ κτήματος, κατὰ τὴν συνγραφὴν ἣν πεποίημαι αὐτῶι, τούς τε τόκους καὶ τὴν ἡμιολίαν, παρὰ τὸ τὸν Θευγένην τετάχθαι ἐπὶ τὴν τράπεζαν τὰς ι δραχμὰς. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι …ωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀπολλώνιον διακριθησόμενόν μοι ἐπʼ αὐτοῦ καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, πραχθῆναι αὐτὸν τὰς ι δραχμὰς σὺν διαφόροις οἷς καὶ αὐτὸς πράττομαι, ἵνα, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει. …ωνι. ἐπισκεψάμενος φρόντισον ὅπως τῶν δικαίων τύχηι. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Ἀλέξανδρος πρὸς Ἀπολλώνιον περὶ μισθώσεως παραδείσου.

---

Documentary Papyri, P.Enteux.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.enteux.
