# P.Fam.Tebt. 15.1.1-15.2.34

Documentary Papyri, P.Fam.Tebt., 15.1.1 to 15.2.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fam-tebt/15.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fam-tebt/15.1.1

Σαραπίωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσίδωρος γεγυμνασιαρχηκὼς τῷ τιμιωτάτῳ χαίρειν. διʼ ἐπιστάλματος γραφέντος τῇ … μηνὸς … τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου προτραπεὶς ὑπὸ σου συνοψίσαι συγκόλλησιν βιβλίων δημοσίας βιβλιοθήκης, οὗ ἐστιν ἀντίγραφον· Σαραπίων στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος Ἰσιδώρῳ γεγυμνασιαρχηκότι τῷ τιμιωτάτωι χαίρειν. ἐπέστειλά σοι τῇ κ μηνὸς … τοῦ ἐνεστῶτος ὀκτωκαιδεκάτου ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου π… … Ἀπολλώνιος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος … γενομένης ἐπʼ ἐμοῦ, Ἡρακλείδης καὶ οἱ σὺν αὐτῷ κληρονόμοι Ἡρακλείδου καὶ Πάτρωνος γενομένων βιβλιοφυλάκων πρὸς Λεωνίδην τὸν γραμματέα …σ…ης διʼ ὑπομνηματισμῶν … …σι δαπάνην ὑπὸ … …μος… …ν …λι… …νατ…βεβι… …ανας Λεωνίδ… …πληρ… αὐθένταις βιβλιοφύλαξι …μπ… …λαι…μουχ…ως αὐτὸς μο…αησ…στηι …τ…ν…ς…ς ἵνα μὴ …ωσιου …ω…μ…α … βιβλιοφυλάκων Εὐάγγελον καὶ Ἡρακλείδην καὶ Λυσίμαχον …δε λαβεῖν αὐτὸν εἰς τὴν δαπάνην τῆς συγκολλήσεως πάντων τῶν βιβλίων τῶν παραδεδομένων ὑπὸ τῶν πρὸ αὐτῶν βιβλιοφυλάκων Λυσιμάχου τοῦ καὶ Λου…ου καὶ … Πάτρωνα καὶ Ἡρακλείδην διὰ τοῦ γραμματέως Λεωνίδου … συγκολληθέντων βιβλίων κατὰ τὰ προπαραδεδομένα αὐτοῖς καὶ εἰληφέναι τὸν Λεωνίδην παρὰ μὲν τοῦ Εὐαγγέλου ἀργυρίου δραχμὰς χιλίας , παρὰ δὲ τῶν περὶ τὸν Ἡρακλείδην ἀργυρίου δραχμὰς … τετρώβολον· ἅπερ βιβλία παραδώσει τοῖς εκ…ι … τῶν δὲ περὶ τὸν Ἡρακλείδην προτιθέντων ὅτι ὁ Λεονίδης δίχα τοῦ πατρὸς τῶν περὶ τὸν Ἡρακλείδην πεποίηκε τὴν παράλημψιν τῶν βιβλίων, ἔγνων ταῦτα παρειλῆφθαι ἐξ ἐπιστολῆς ὑπὸ Σουλπικίου Σιμίλεως τοῦ κρατίστου ἡγεμόνος γραφείσης Λεονίδι στρατηγήσαντι τῆς αὐτῆς μερίδος ἐξ ἐντεύξεως Ἡρακλείδου καὶ τῶν σὺν αὐτῷ κληρονόμων Προτογένους καὶ Ἰσιδώρου γενομένων βιβλιοφυλάκων … Λεωνίδου στρατηγήσαντος ὑπομνηματισμὸς καὶ χειρογραφία τοῦ γραμματέως Λεονίδου διʼ ὧν ἐπετράπη παραλαβεῖν τὰ μήπω παραδεδομένα βιβλία ὅποιά ἐστιν κινδύνῳ τῶν αὐθεντῶν βιβλιοφυλάκων καὶ Κεκιλίου Μάκερος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, διʼ ὧν ἐπετράπη ὁ αὐτὸς Λεονίδης, παρόντος τοῦ ἑνὸς τῶν αὐθεντῶν βιβλιοφυλάκων Ἡρακλείδου, παραλαβεῖν τὰ βιβλία ἐφʼ ἧς ἐστιν διαθέσεως ἀκολούθως τῆι γραφείσῃ ὡς πρόκειται ὑπὸ Σουλπικίου Σιμίλεως ἐπιστολῇ, ὧν πάντων τὰ ἀντίγραφα ὑπέταξα.

---

Documentary Papyri, P.Fam.Tebt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fam.tebt.
