# P.Fam.Tebt. 23.1-15

Documentary Papyri, P.Fam.Tebt., 23.1 to 23.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fam-tebt/23.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fam-tebt/23.1

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κα ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Διδύμη Λυσιμάχου τοῦ Λυσιμάχου ὡς ἐτῶν οε οὐλὴ ὀφρύι ἀριστερᾷ μετὰ κυρίου τοῦ υἱοῦ αὐτῆς Οὐαλερίου Ἡρακλείδου ὡς ἐτῶν μϛ οὐλὴ γόνατι δεξιῶι Λυσιμάχωι Διδύμου τοῦ Λυσιμάχου ὡς ἐτῶν ξη οὐλὴ γόνατι δεξιῶι παρακεχωρηκέναι αὐτῶι Λυσιμάχωι ὥστε καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτῶν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῆι Διδύμηι περὶ κώμην Ἰβιῶνα Εἰκοσιπενταρούρων τῆς προγεγραμμένης μερίδος πρότερον Ἡρακλείδου Μάρωνος καὶ ἐπικεκληρωμένων αὐτῆι ἐκ διαιρέσεως, ἧς ἀνήνεγκεν πρὸς γ κοινωνοὺς τῷ γ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Παχὼν κη διὰ τοῦ ἐνθάδε γραφείου, ἀρουρῶν δέκα ἡμίσους ἑκκαιδεκάτου καὶ ἐπιβολῆς κώμης τετάρτου ἀρούρης τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν δέκα ἡμίσους τετάρτου ἑκκαιδεκάτου , τὰς ἐκ τοῦ πρὸς βορρᾶ μέρους τούτων λιβὸς ἐπʼ ἀπηλιώτην κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυ τετρακαιεξηκοστὸν ἐπιβολῆς ὄγδοον ἀρούρης τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε ἥμισυ ὄγδοον τετρακαιεξηκοστὸν καὶ ἐπὶ ταῖς ἐξ αὐτῶν γεινομέναις τοῦ ἐνεστῶτος ζ ἔτους προσόδοις πάσαις καὶ τὸ ἐπιβάλλον ταῖς παρακεχωρημέναις ἀρούραις τέταρτον μέρος τοῦ ὄντος πυργομαγδῶλος. ἀπὸ δὲ τῶν παρακεχωρημένων παρέξει ὁ Λυσίμαχος ταῖς λοιπαῖς ταῖς ἀπὸ νότου τῆς Διδύμης ἀρούραις ψυγμὸν ἐκ τοῦ πρὸς νότου ἐπʼ ἀπηλιώτην μέρους τοῦ μαγδῶλος ἀμμάτων ἐνβαδικῶν τεσσάρων εἰς …ην καὶ συνκομιδὴν τῶν ἐν αὐταῖς σπαρησομένων. γείτονες δὲ τῶν παρακεχωρημένων ἀρουρῶν καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου αἱ λοιπαὶ τῆς Διδύμης ἄρουραι, βορρᾶ … καὶ Λυσιμάχου καὶ Ἀρείου τῶν τριῶν Ἀπολλωνίου κλῆρος, λιβὸς γύης δημόσιος μεθʼ ὅν ἐστιν διῶρυξ, διʼ ἧς ποτίζονται αἱ παρακεχωρημέναι ἄρουραι, ἀπηλιώτου ἑτέρα διῶρυξ …αντα δὲ εφʼ οἷς ἐπεκράτησεν ἡ Διδύμη ἐπιποτισμοῖς ἀκολούθως τῆι προγεγραμμένηι διαιρέσει, κυρίας δὲ εἶναι καὶ τὰς διὰ τῶν καταλοχισμῶν τῶν κατοίκων . καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Διδύμην παρὰ τοῦ Λυσιμάχου τὸ ἑσταμένον παραχωρητικὸν κεφάλαιον τῶν παρακεχωρημένων σὺν ἐπιβολῆι ἀρουρῶν πέντε ἡμίσους τετρακαιεξηκοστοῦ ἐκ πλήρους ἀργυρίου δραχμὰς δισχιλίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτήν τε Διδύμην καὶ τοὺς παρʼ αὐτῆς τῶι Λυσιμάχωι καὶ τοῖς παρʼ αὐτοῦ τὰ παρακεχωρημένα ὡς πρόκιται πάσηι βεβαιώσει, ἃ καὶ παρέξεσθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων, ἀρταβιῶν ναυβίων καὶ παντὸς δημοσίου εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος ἕκτου ἔτους καὶ αὐτοῦ τοῦ ἕκτου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης

---

Documentary Papyri, P.Fam.Tebt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fam.tebt.
