# P.Fam.Tebt. 24dupl.4.98-115

Documentary Papyri, P.Fam.Tebt., 24dupl.4.98 to 24dupl.4.115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fam-tebt/24dupl.4.98
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fam-tebt/24dupl.4.98

διαστολικὸν εἰληφὼς ὥστε μηδὲν δίχα αὐτοῦ παραλαμβάνειν, τί σοι δοικεῖ; Πασίων· διʼ ἑαυτοῦ οὐδὲν παρέλαβεν. Ἀπολόνιος· ὅσα παρεδόθη τῷ πατρὶ τῶν ἡμετέρων, τούτοις αὐτὸς ὁ πατὴρ ὑπέγραψε, τὰ δὲ λοιπὰ διʼ αὑτοῦ οὗτος παρέλαβεν. ὁ στρατηγός· Δημήτριος ὁ μέλλων τὴν σύνοψιν τῆς εἰς τὴν συγκόλλησιν δαπάνης ποιεῖσθαι ἐπιγνώσεται εἴ τινα δὲ παρέλαβεν βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου καὶ τοῦ Πάτρωνος καὶ τούτων τὴν σύνοψιν οὐκ ἐλλογήσει τοῖς κληρονόμοις τῶν αὐθεντῶν βιβλιοφυλάκων. Ἀπολλώνιος γενάμενος στρατηγὸς Θεμείστου μερίδος ὁ κριτής· ἐκ τῶν λεχθέντων καὶ ἀναγνωσθέντων ἐπʼ ἐμοῦ δοκεῖ μοι ὅσα παρέλαβεν ὁ γραμματεύσας τοῖς βιβλιοφύλαξι Λεωνίδης χωρὶς τῶν βιβλιοφυλάκων, ἀναμάξεσθαι τοὺς τούτου κληρονόμους κινδύνῳ τῶν κληρονόμων τῶν πιστευσάντων αὐτῷ βιβλιοφυλάκων, ὡς καὶ τοῖς πρότερον ἀκηκοάσι τοῦπράγματος ἔδοξε· ἐὰν μέντοι βούλωνται πρὸς ἑτέρους τινὰς λέγειν, δύνανται ἐπὶ τῆς μείζονος ἐξουσίας. τῶν περὶ Ἡρακλείδην τὸν καὶ Οὐαλέριον καὶ Εὐάνγελον ἀξιωσάντων τὸν πόρον τῶν τοῦ Λεωνίδου κληρονόμων κατασχεθῆναι ἄχρι ἂν ἐκβιβασθῇ, Ἀπολώνιος· πάντων τῶν διαδικαζομένων ὁ πόρος κατασχεθήσεται, ἄχρι ἂν τὸ κελευσθὲν ὑπὸ τοῦ κρατίστου ἡγεμώνος πέρας λάβῃ. ἐποίσετε δὲ τοῦτόν μοι τὸν ὑπομνηματισμὸν τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι, καὶ οὕτως ἡ κατοχὴ γενήσεται. Ἀπολώνιος ἀνέγνων τὸν προκείμενον ὑπομνηματισμὸν ἐν σελίσι τρὶσι ἡμίσει . ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κθ. ἕως τούτων οἱ ὑπομνηματισμοί. διὸ, ἀκολούθως τοῖς κριθεῖσι ἐν τοῖς ἐνεχομένοις τὸ κελεῦσθαι πράσεσθαι ἐπὶ τῷ καὶ ἀπαρτίσαι τὰ ἐπιζητούμενα, ἀναλαμβάνετε ἀργυρίου τάλαντον α, προσδιαγραφόμενα τοε, γίνεται τάλαντον α δραχμαὶ τοε.

---

Documentary Papyri, P.Fam.Tebt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fam.tebt.
