# P.Fam.Tebt. 7

Documentary Papyri, P.Fam.Tebt., P.Fam.Tebt. 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fam-tebt/7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fam-tebt/7

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ … ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου. ὁμολογεῖ Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος τοῦ Κάστορος ὡς ἐτῶν … τῶι τῆς τετελευτηκυίας αὐτοῦ μητρὸς Ἀπολλωναρίου τῆς Λυσιμάχου ὁμομητρίωι ἀδελφῶι Ἡρακλείδῃ Μάρωνος ὡς ἐτῶν ἑξήκοντα δύο , οὐλὴ ὀφρύι ἀριστερᾷ ἀπέχειν αὐτὸν παρʼ αὐτοῦ Ἡρακλείδου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο , αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτῷ Διοσκόρωι τρίτον μέρος τῶν γενομένων παρὰ τῶι Ἡρακλείδῃ ἀργυρίου δραχμῶν χιλίων διακοσίων τεσσάρων οὐσῶν ἀπὸ τῶν συνκεχωρημένων ὑπὸ τῆς τοῦ Ἡρακλείδου μητρὸς Θαυβαρίου τῆς Μύσθου, ἣ τετελεύτηκεν, τῇ τοῦ Διοσκόρου μητρὶ Ἀπολλωναρίωι καθʼ ὁμολογίαν συνγραφοδιαθήκης τετελεσμένης διὰ τοῦ τῆς μητροπόλεως γραφείου ἔτει ἕκτῳ Δομιτιανοῦ μηνὸς Καισαρείου ἐπαγομένων ἕκτῃ …ηπ…παρʼ αὐτῆς … ἀργυρίου δραχμῶν δισχιλίων , ἀκολούθως καὶ τῶι γεγονότι ὑπό τε τοῦ Ἡρακλείδου καὶ τῶν τούτου ὁμομητρίων ἀδελφῶν Ἀπολλωνίου καὶ Λυσιμάχου τοῦ καὶ Γαΐου χειρογράφωι περὶ τῶν αὐτῶν δραχμῶν δισχιλίων , ὃ καὶ μένειν κύριον, πλὴν ἢ τῶν ἀποδιδομένων ὡς πρόκιται ὑπὸ τοῦ Ἡρακλείδου δραχμῶν τετρακοσίων μιᾶς ὀβολῶν δύο , καὶ μὴ ἐπελεύσεσθαι τὸν Διόσκορον ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται, μηδὲ περὶ τόκων τούτων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ τούτου πατὴρ Κρονίων τόκων ἔτι ἐναφήλικος ὄντος τοῦ Διοσκόρου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώτης ἡμέρας. Διόσκορος ὁ καὶ Κάστωρ Κρονίωνος ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ἡρακλείδου τὰς προκιμένας δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο καὶ μὴ ἐπελεύσεσθαι μηδὲ περὶ τούτων μηδὲ περὶ τόκων μηδὲ περὶ ὧν ἀπέσχηκεν ὁ πατήρ μου … Κρονίων τόκων πάντων καθὼς πρόκιται. Ἡρακλείδης Μάρωνος, γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκειται. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ τοῦ κυρίου …ῃ ἀνεγράφη διὰ τοῦ ἐν Τεβτύνει γραφείου. ὁμολογία Διοσκόρου πρὸς Ἡρακλείδην. ἀποχή.

---

Documentary Papyri, P.Fam.Tebt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fam.tebt.
