# P.Flor. 1 47a

Documentary Papyri, P.Flor. 1, P.Flor. 1 47 a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/47a
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/47a

Αὐρήλιοι Ἑρμοδίδυμος Ἀνουβίωνος Ἀγαθοῦ Δαίμονος τοῦ καὶ Ἐπιμάχου καὶ Τιθοητίων ὁ καὶ Σαραπάμμων Ἑρμίνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἀμφότεροι Ἑρμοπολεῖται ἀναγραφόμενοι ἐπὶ Φρουρίου λιβὸς ἐκ μητρὸς Εὐδαιμονίδος τῆς καὶ Φίντυς Δημητρίου ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἀντικατηλλάχεναι πρὸς ἀλλήλους ἐντεῦθεν κυρίως καὶ ἀναφαιρέτως καὶ ἀμετανοήτως ἐπὶ τὸν ἅπαντα χρόνον τὸν μὲν Αὐρήλιον Ἑρμοδίδυμον τὴν συνχωρηθεῖσαν αὐτῷ κατʼ ἔγγραπτον ἀσφάλειαν οἴκησιν καὶ χρῆσιν τόπου καλουμένου Χειμερινῶνος ἐν πυλῶνι καὶ τοῦ ἐντὸς ταμιείου οἰκίας πατρικῆς τοῦ Τιθοητίωνος ἐν Ἑρμοῦ πόλει ἐπὶ Πόλεως ἀπηλιώτου ἐν ῥύμῃ καλουμένῃ Καλαθοπλόκων ἧς ὅλης ἡ κυρεία καὶ ἡ οἴκησις ὑποστέλλει τῷ αὐτῷ Τιθοητίωνι· τὸν δὲ Τιθοητίωνα τὸν καὶ Σαραπάμμωνα τὸ ὑπάρχον αὐτῷ ἕκτον μέρος οἰκίας καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καταντικρὺ κατηντηκὸς εἰς αὐτὸν Τιθοητίωνα ἀπὸ κληρονομίας τῆς κοινῆς μητρὸς κατὰ μετοχὴν ἄλλου ἕκτου μέρους τοῦ Ἑρμοδιδύμου ἐντεῦθεν δὲ ἑκάτερον ἀντιλαμβάνεσθαι καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ οὗ ἀντικατηλλάγη ὡς προδεδήλωται ἐπὶ τὸν ἅπαντα χρόνον καὶ βεβαιοῦντα διὰ παντὸς καὶ ἀπέσχεν ὁ Ἑρμοδίδυμος παρὰ τοῦ Τιθοητίωνος ὑπὲρ ἐκλογῆς ἀργυρίου δραχμὰς διακοσίας διὰ χειρὸς καὶ οὐκ ἐξέσται οὐδενὶ ἡμῶν παραβῆναι τὴνδε τὴν ἀντικαταλλαγὴν ἀπὸ μηδενὸς δικαίου ἀφορμῇ μηδεμιᾷ ἐπὶ τὸν ἅπαντα χρόνον διὰ τὸ ἡμᾶς ἐπὶ τούτοις συντεθεῖσθαι. ἡ ἀντικαταλλαγὴ κυρία ἣν καὶ τετρασσὴν ἐγράψαμεν εἰς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι δισσήν. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σευήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Τῦβι ιθ. Αὐρήλιος Ἑρμυδίδυμος Ἀνουβίωνος ἀντικατήλλαχα καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. Αὐρήλιος Ἑρμοδίδυμος Ἀνουβίωνος εὐδοκῶ τῇ τῆς ἀσφαλείας δημοσιώσει.

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
