# P.Flor. 1 50.1.1-12

Documentary Papyri, P.Flor. 1, 50.1.1 to 50.1.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/50.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/50.1.1

τὴν ἀρούρας τρεῖς καὶ περὶ τὴν αὐτὴν Τέρτον Πετοχνοῦβιν ἐκ τοῦ Ἀματόκου κλήρου τέταρτον μέρος ἀμπελικοῦ κτήματος ὄντος ἐπὶ τῆς …ωτος διώρυχος ὃν λιβικὴ μερὶς νότον ἐπὶ βορρᾶ πλησίον τῆς μερίδος Κλαυδίας Ἑρμιταρίου τῆς καὶ Τιμοθέας ἀπὸ κορμοῦ εἰς κορμὸν ἐξ ἴσου τῆς ἀμπέλου μεριζομένης ἑκάστῳ σὺν τοῖς ἐνοῦσι φοίνιξι καὶ φυτοῖς πᾶσι τοῖς οὖσι προ… πκει καὶ τοῖς ἐκ νότου καὶ βορρᾶ ἐφʼ ὅσον παρατείνει ἡ μερὶς ἐντὸς περιβόλου καὶ ἥμισυ μέρος λιβικοῦ ὑδρεύματος κατὰ κοινωνίαν Κλαυδίας Ἑρμιταρίου τῆς καὶ Τιμοθέας τῆς λελογχυίας τὴν ἐξ ἀπηλιώτου μερίδα καὶ τέταρτον μέρος καλαμίας νότον ἐπὶ βορρᾶ τῆς τε ἐντὸς τειχῶν καὶ ἐκτὸς καὶ ἀπὸ βορρᾶ τοῦ κτήματος ἀρουρῶν ὀκτὼ ἐν δυσὶ κοίταις κατὰ τὸ αἱροῦν τῆς τε ἐναρέτου καὶ χέρσου ἀρούρας δύο καὶ περὶ Σιναρχῆβιν ἐκ τοῦ Πτολεμαίου καὶ Ἐπικράτους χέρσου ἀρουρα … ἥμισυ καὶ ἐν κώμῃ Σελιλάι οἰκίαν ἐν ᾗ θησαυροὶ σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ εἴσοδον καὶ ἔξοδον καὶ … τῆς ἐπαύλεως καὶ χορτοθήκην καὶ περὶ Σινταφοῦ ἐκ τοῦ Φιλ… καὶ περὶ τὴν αὐτὴν ἐκ τοῦ Σφοδρίωνος ἀπὸ ἀρουρῶν ε 𐅵 κατὰ κοινωνίαν Κλαυδίας Τιμοθέας τὸ ἥμισυ μέρος ἀρούρας β 𐅸 καὶ περὶ … ἐκ τοῦ Ἀρχιδάμου ἀρούρας ἓξ καὶ περὶ …ν ἐκ τοῦ Θεοδότου κλήρου ἀρούρας … κατὰ κοινωνίαν Κλαυδίων Εὐδαίμονος καὶ Τιμοθέας ἀδελφῆς …ξ τὸ τρίτον μέρος ἐν ἀρούραις ἕνδεκα ὀγδόῳ δυοτριακοστοῦ καὶ περὶ Σκόρδων ἐκ τοῦ …εως δημοσίας γῆς ἀρούρας τέσσαρας ἥμισυ τέταρτον καὶ περὶ Τεμσεῦ Πατεμιτῃ ἐκ τοῦ Φιλοκώμου καὶ Διογένους κλήρων ἀπὸ ἀρουρῶν π 𐅵 τὰς ἐκ λιβὸς τῆς ἀπηλιωτικῆς μερίδος νότον ἐπὶ βορρᾶ ἀρούρας εἴκοσι ἥμισυ τέταρτον καὶ περὶ τὴν αὐτὴν δημοσίας γῆς ἀρούρας πέντε καὶ περὶ Ψῶβθον Χεναριήσιν ἐπὶ τῆς παρορείου τέταρτον μέρος ὑποστάσεως ἀρουρῶν τεσσερακονταδύο ἡμίσους ἀμπελικοῦ κτήματος σὺν οἰκοπέδοις καὶ χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι ὅ ἐστιν ἥμισυ μέρος κατὰ κοινωνίαν Κλαυδίας Ἑρμιταρίου τῆς καὶ Τιμοθέας ἀδελφῆς μερίδων δύο λιβικῶν διηκουσῶν λίβα ἐπʼ ἀπηλιώτην λιβὸς δὲ τῶν οργαν…αν οὐσῶν εἰς βορρᾶν μέχρι χωρίου Κλαυδίας Ἑρμιταρίου τῆς καὶ Τιμοθέας καὶ εἰς νότον μέχρι πτυχῶν δέκα ὧν ἐκληρώθησαν οἱ ἕτεροι ἡμῶν ἀδελφοὶ Εὐδαίμων καὶ Θέων καὶ πωμάριον βορινὸν καλούμενον Λαλάχου σὺν τοῖς ἐνοῦσι φοίνιξι καὶ φυτοῖς πᾶσι καὶ κρήνην βορινὴν καὶ ὄργανα δύο ἐπικείμενα τῇ αὐτῇ κρήνῃ τοῦ μεγάλου ὑδρεύματος καὶ

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
