# P.Flor. 1 50.1.13-50.2.36

Documentary Papyri, P.Flor. 1, 50.1.13 to 50.2.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/50.1.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/50.1.13

τῶν φυτῶν καὶ δένδρων πάντων ἐντὸς περιβόλων …α ὄντων κατὰ κοινωνίαν Κλαυδίας Τιμοθέας κατὰ τὸ ἥμισυ μέρος καὶ τῆς ἐξ ἀπηλιώτου μεγάλου ὑδρεύματος καλαμίας ἐφʼ ὅσον παρατείνει νότον ἐπὶ βορρᾶ οἵας ἐστὶ νῦν διαθέσεως καὶ τοῦ διμοίρου μέρους τῶν ἐνόντων φοινίκων ἐν ταῖς αὐταῖς δυσὶ μερίσι ὄντων κατὰ κοινωνίαν τῆς αὐτῆς Κλαυδίας Ἑρμιταρίου τῆς καὶ Τιμοθέας κατὰ τὸ ἥμισυ κατʼ ἀναλογίαν τῶν φοινίκων καὶ ἐκ τοῦ Ἀρχεπόλεως καὶ Πυρρίου ἐξ ἀπηλιώτου τοῦ ἀναβατικοῦ ὑδρεύματος ἀπὸ ἀρουρῶν ιβ διαιρουμένων λίβα ἐπʼ ἀπηλιώτην ἀρούρας ἓξ τὰς βορινὰς μερίδας κατὰ κοινωνίαν Κλαυδίας Τιμοθέας ὡς αἱρεῖν ἑκάστῳ ἀρούρας τρεῖς καὶ ἀπὸ ἀρουρῶν β 𐅵 χέρσου ἐν ἄλλῃ κοίτῃ τὸ τέταρτον μέρος ὅνμόνον τοῦ Κλαυδίου Ἰσιδωριάνου καὶ περὶ Θαλλοῦ ἀρουρ … σὺν τοῖς ἐνοῦσι φοίνιξι καὶ φυτοῖς πᾶσι καὶ χρηστηρίοις καὶ ληνῶνι καὶ πίθῳ καὶ ἡλιαστηρίῳ … … ὀνόματι Ερμ…ετερον … Ἐπάγαθον …θ… … ὡς αἱ ὠναὶ περιέχουσι — καὶ Κλαύδιον Θέωνα λελογχέναι … …ασ…ου ἀρούραν μίαν ἐκ τοῦ Κρ… Νικοστράτου περὶ τὴν … … ἀρούρας ἐννέα αλλα …ως ἀρουρ… ἐκ τοῦ Ἀντιπάτρου περὶ … … ἀπὸ ἀρουρῶν … δ 𐅵 κατὰ κοινωνίαν Κλαυδίου Ἰσιδωριάνου … … πᾶσι καὶ φοίνιξι κατὰ κοινωνίαν Κλαυδίου Εὐδαίμονος ἀδελφοῦ … …Ἰβιῶνα Τατκέλμεως ἐκ τοῦ Ἀντιλόχου κλήρου ἀρούρας τέσσαρας δίμοιρον … Ἑρμοῦ πόλει ο…κ β… οἰκίας καλουμένης Νεάρχου ἐν ᾗ ᾤκει ὁ μακαρίτης Μαικηνᾶς ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς ἐν ᾗ ἱππὼν σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ἐν Βουνοῖς Κλεοπάτρας οἰκίαν σὺν χρηστηρίοις καὶ οἰκοπέδοις πᾶσι καὶ ἡλιαστηρίοις καὶ τοῖς ἀνήκουσι μέχρι συκαμινέων καὶ αὐτῶν οὐσῶν ἐπάνω λίμνης καὶ περὶ Τέρτον Πετοχνοῦβιν ἐκ τοῦ Ἀματόκου κλήρου τέταρτον μέρος ἀμπελικοῦ κτήματος ὄντος ἐπὶ τῆς …ωτος διώρυχος δευτέραν μερίδα ἐκ λίβος τῆς μερίδος Κλαυδίου Εὐδαίμονος ἀδελφοῦ νότον ἐπὶ βορρᾶ ἀπὸ κορμοῦ εἰς κορμὸν ἐξ ἴσου τῆς ἀμπέλου ἑκάστῳ μεριζομένης σὺν τοῖς ἐνοῦσι φοίνιξι καὶ φυτοῖς πᾶσι καὶ τοῖς ἐκ νότου καὶ βορρᾶ ἐφʼ ὅσον παρατείνει ἡ μερὶς ἐντὸς περιβόλων καὶ ἥμισυ μέρος λιβικοῦ ὑδρεύματος κατὰ κοινωνίαν Κλαυδίου Εὐδαίμονος ἀδελφοῦ τοῦ λελογχότος τὴν ἀπηλιωτικὴν μερίδα καὶ τέταρτον μέρος καλαμίας νότον ἐπὶ βορρᾶ τῆς τε ἐντὸς τειχῶν καὶ ἐκτὸς καὶ ἀπὸ ἀρουρῶν ὀκτὼ ἐκ βορρᾶ τοῦ ἀμπελικοῦ κτήματος ἐν δυσὶ κοίταις κατὰ τὸ αἱροῦν τῆς τε ἐναρέτου καὶ χέρσου ἀρούρας δύο ` καὶ περὶ Δαμαράτου ἀμπελικὸν

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
