# P.Flor. 1 55

Documentary Papyri, P.Flor. 1, P.Flor. 1 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/55

… Ἑρμοπολείτου. οὗ παρεκόμισα ἐκ του καταλογείου χρηματισμοῦ ἐμβαδείας ἀντίγραφον ὑπόκειται. ὁ δεῖνα ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τὴς διαλογῆς τῶν ἐντεύξεων ἀντίγραφον ὑποτέτακται προσυποτέτακται δὲ καὶ ἡ διʼ αὐτῆς σημαινομένη ἔντευξις. γέγραφα οὖν ἱνʼ εἰδῇς· ἔρρωσο. ἐσημειωσάμην. ἔτους … Αὐτοκράτορος Καίσαρος Δομιτίανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς … ἐστὶ δὲ τὰ ἀντίγραφα τάδε. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου Παχὼν … χρηματισταὶ Τίτοι Φλάουιοι Ἀπολλόδωρος καὶ Ποπλιενὸς καὶ … ὁ καὶ Ἀλθαιεὺς οἱ τὰς ἐντεύξεις διαλέξαντες ἀναγνωσθείσης ἐντεύξεως Ἐξακῶντος τοῦ Αλ… … τῆς δὲ διʼ αὐτῆς σημαινομένης καταγραφῆς ἐπενηνεγμένης καὶ τοῦ λεγομένου διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἱνʼ ἐὰν παρὼν ἐπʼ αὐτὸν ὁ Ἑξακὼν εὐδοκῇ τούτοις καὶ προῆται τὴν ἁρμόζουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα προδιαστειλάμενος τοῖς ἐν τοῖς …εμ…ιμενοις ὑπαρχοῦσι ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις … μετὰ ταύτας ποίηται τὰ τῆς ἐμβαδείας κατὰ τὰ προστεταγμένα Γαίῳ Σεπτιμίῳ Οὐεγέτῳ Ἐξάκων …ρμο…ου Ἑρμοπολείτου τῶι φ… … καταγέγραμμαι διὰ τοῦ ἐν Ἑρμοῦ πόλει ἀγορανομίου ἐξ ἐνεχυρασίας καὶ προσβολῆς τῶν …ενφεως ἐν κώμῃ Ἰβιῶνι … τοῦ Ἑρμοπολείτου νόμου οἰκίαν καὶ προνήσιον ὄντα … καὶ αὐλῆς καὶ τὰ συνκύροντα καὶ χρηστήρια πάντα καὶ εἴσοδον καὶ ἔξοδον εἰς ἃ καὶ ἐμβαδεῦσαι βουλόμενος δέομαι ἐπὶ τῆς διαλογῆς συγκρῖναι γράψαι τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἐμβιβάσαι με εἰς τὰ …μενα καὶ …νεπι…ειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν ἐξ αὐτῶν περιεσομένων καὶ ἐν οἷς ἐὰν ἄλλοις … προσδέωμαι περὶ τούτων τῶν δʼἄλλων τῶν κατʼ ἐμαυτὸν … καὶ ὧν ἄλλων ἔχω δικαίων ἀντέχομαι καὶ ἀνθέξομαι ἐν μηδενὶ ἁπλῶς ἐλαττούμενος πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι … ὡς καθήκει. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου Παχὼν … μεθα τῆς ἐμβαδείας ἐπιτε… Ἀναξαγόρου νεωτέρου ἐπιδέδωκα. ἔτους … Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σωτηρίου Παῦνι κθ …

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
