# P.Flor. 1 56.1-16

Documentary Papyri, P.Flor. 1, 56.1 to 56.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/56.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/56.1

…Αυρηλίῳ Παυλίνῳ στρατηγῷ Ἑρμοπολείτου παρὰ Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς συνεστῶτος αὐτῇ Αὐρηλίου Ἀθηνόδωρου Ἡρωδιανοῦ ?. οὗ παρεκόμισα ἐκ τοῦ καταλογείου χρηματισμοῦ ὑπομνήματος ἐμβαδείας ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περὶ σὲ ὑπηρετῶν ὅπως μεταδοθῇ τοῖς οὖσι π … ἵνα ἐν ταῖς ὁρισθείσαις ἡμέραις δέκα ἐκχωρήσωσι. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ … Αὐρήλιος Ἰσίδωρος ὁ καὶ Θερμουθίων ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ἑρμοπολείτου χαίρειν. τῆς τετελειωμένης ἐμβαδείας ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιγ Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου Φαῶφι κδ. Αὐρήλιος Ἁρποκρατίων σεσημείωμαι. ἀναγνωσθείσης ἐντεύξεως Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος Ἀντωνᾶτος ἀστῆς, τῆς δὲ διʼ αὐτῆς δεδηλωμένης καταγραφῆς ὑπογεγραμμένης ἐπενηνεγμένης καὶ τοῦ λεγομένου διαπεστάλθαι Αὐρηλίου Θέωνος ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἑρμοπολείτου στρατηγῷ ἵνʼ ἐὰν παροῦσα ἐπʼ αὐτὸν ἡ Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς καὶ εὐδοκῇ τούτοις καὶ προῆται μετὰ κυρίου νομίμου τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα διαστειλάμενος τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις δέκα μετὰ ταῦτα συντελῆται τὰ τῆς ἐμβαδείας, ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Μηουίῳ Ὀνωρατιανῷ. Αὐρηλία Ἀρητοῦς ἡ καὶ Ἡρωνοῦς Ἥρωνος Ἀντωνᾶτος ἀστὴ καταγέγραμμαι κατὰ τὰ προστεταγμένα ἐξ ἐνεχυρασίας καὶ προσβολῆς κατὰ συνχώρησιν τελειωθεῖσαν τῷ ἐνεστῶτι ιγ ἔτει κα… πρότερον τοῦ ὑποχρέου Αὐρηλίου Κάστορος Παυσείριος Ἥρωνος ἀπὸ κώμης Μοιρῶν τοῦ Ἑρμοπολείτου νομοῦ τάς τε ὑπηλλαγμένας ε…σι… κατὰ διαγραφὴν τῆς ἐν Κούσσαις τοῦ αὐτοῦ Ἑρμοπολείτου νομοῦ δημοσίας τραπέζης τῷ μετὰ τὴν τοῦ Θεοῦ Ἀντωνίνου μεγάλου αὐτοκρατορείαν δ ἔτει μηνὶ Ἁδριανῷ ὑπαρχούσας αὐτῷ ἐν τῷ Κουσσείτῃ ἄνω περὶ Μοίρας ἐκ τοῦ Θηρήους κλήρου … ἀρούρας εἴκοσι τέταρτον καί, διὰ τὸ μὴ βιάζειν, ὃ προσπαρέδειξα τοῦ αὐτοῦ ὑποχρέου μου ὁμοίως ἥμισυ μέρος οἰκίας καὶ τοῦ ἐξ ἀπηλιώτου προαιθρίου καὶ συνκυρόντων καὶ χρηστηρίων …υ κήπου ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι τῆς αὐτῆς κώμης Μοιρῶν πρός τε τὰς ὀφειλομένας μοι ὑπὸ τοῦ αὐτοῦ ὑποχρέου μου κατὰ τὴν αὐτὴν δεδηλωμένην διαγραφὴν κεφαλαίου καὶ τόκων ἀργυρίου δραχμῶν ἑπτακοσίων τριακονταδύο πρός τε τὸ φ… κεφάλαιον καὶ τοὺς δραχμιαίους αὐτοῦ τόκους καὶ πρὸς τὰ τέλη καὶ πρακτορικὰ καὶ τὰς ἄλλας δαπάνας ἐφʼ οἷς ἄλλοις ἡ τῆς καταγραφῆς συνχώρησις περιέχει, διʼ ἧς καὶ αἱ γειτνίαι ἐδηλώθησαν, βουλομένη δὲ τὰ τῆς ἐμβαδείας

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
