# P.Flor. 1 75

Documentary Papyri, P.Flor. 1, P.Flor. 1 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/75
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/75

ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γρατιανοῦ τὸ ε καὶ Θεοδοσίου τὸ α τῶν αἰωνίων Αὐγούστων Αὐρηλίοις Διοσκόρῳ Ἀμμωνίωνος καὶ Φιλάμμωνι Ἑρμοῦ βουλευταῖς Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας κανόνος τῆς ἐνεστώσης ἐνάτης ἰνδικτίονος βορινῆς μερίδος παρὰ Αὐρηλίου Χαιρήμονος διʼ ἐμοῦ τοῦ πατρὸς Φοιβάμμωνος … μητρὸς Θατρῆτος ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ μέσῳ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Κιρκᾶ ναυκληροκυβερνήτου πλοίου ἰδίου. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐράνιον τυχὴν τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου τῶν αἰωνίων Αὐγούστων παρειληφέναι καὶ νῦν ἐκ τοῦ νομοῦ Ἑρμοπολίτου καὶ ἐμβεβλῆσθαι εἰς τὸ ἐμὸν πλοῖον ἀπὸ κανόνος τῆς αὐτῆς ἐνάτης ἰνδικτίονος σίτου καθαροῦ ἀρτάβας χιλίας δεκαὲξ πρὸς ταῖς ἄλλαις αἷς ὑπεδεξάμην σίτου καθαροῦ, ἀρτάβαις τετρακοσίαις τεσσεράκοντα ἑπτὰ ὡς εἶναι ἐπὶ τὸ αὐτὸ σίτου καθαροῦ ἀρτάβας χιλίας τετρακοσίας ἑξήκοντα τρεῖς, γίνονται σίτου ἀρτάβαι Αυξγ, ἅσπερ ἀποίσω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσω ἐν τοῖς ὁρρίοις τῆς Νέας πόλεως καὶ τῆς παραδόσεως ἐποίσω εἰς ὄνομα ὑμῶν τὰ συνήθη ἄποχα γράμματα ἀπὸ τοῦ ἀννωνεπάρχου ἐκ πλήρους. αὐτόθι δὲ ἐπληρώθην τῶν ναύλων καὶ τῶν κουμούλων καὶ τῶν σακκοφορικῶν μισθῶν εἰς τὸ μηδὲν ζητεῖσθαι πρὸς ὑμᾶς περὶ τούτου τοῦ σίτου περὶ μηδενὸς ἁπαξαπλῶς καὶ μηδὲν διεψεύσθην ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι ιδ. Αὐρήλιος Χαιρήμων διʼ ἐμοῦ τοῦ πατρὸς Φοιβάμμωνος παρέλαβον ἐπὶ τὸ αὐτὸ τὰς τοῦ σίτου ἀρτάβας χιλίας τετρακοσίας ἑξήκοντα τρεῖς καὶ ἀποίσω καὶ παραδώσω ὡς πρόκειται καὶ ἀπέλυσα καὶ ταύτην τὴν ὁμολογίαν. Αὐρήλιος Σερῆνος … ἀπὸ Κιρκᾶ ναυκληροκυβερνήτης ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Ἐπωνύχου ἐγράφη τὸ γραμμάτιον τῆς ὁμολογίας

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
