# P.Flor. 1 95.1.1-25

Documentary Papyri, P.Flor. 1, 95.1.1 to 95.1.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/95.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/95.1.1

ἀντίγραφον ὡς περιέχει. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου τοῦ λαμπροτάτου Φαῶφι ζ. Αὐρήλιοι Εὐλόγιος Ἀετίου καὶ Κάστωρ Κάστορος ἀμφότεροι πολιτευόμενοι Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσῶναι ἐπαρχίας Θηβαίδος Αὐρηλίῳ Μελιτίῳ Ἑρμοῦ βουλευτῇ ἄρξαντι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ διὰ ὑμῶν Φιλάμμωνος ἀδελφοῦ καὶ Διοσκόρου Ἀμμωνίωνος ἐγγυητῶν χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμεθα παρὰ σοῦ ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια δεσποτικὰ τετραγραμμιαῖα ἑβδομηκονταδύο· γίνεται χρυσοῦ νομισμάτια οβ· μετὰ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος, καὶ ἐξεδόμεθά σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένην. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Εὐλόγιος Ἀετίου χρυσώνης ἐδεξάμην τὰ τοῦ χρυσοῦ νομισμάτια τετραγραμμιαῖα ἑβδομηκονταδύο· γίνεται νομισμάτια οβ· μετὰ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Κάστωρ χρυσώνης συνεξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Ἐκυτίου του λαμπροτάτου Φαρμοῦθι ϛ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμου καὶ Διοσκόρῳ Ἀμμωνίωνος βουλευταῖς ἄρξασι τῆς μεγάλης καὶ λαμπροτάτης Ἑρμοῦ πόλεως ὑποδέκταις χρυσοῦ διὰ σοῦ Φιλάμμωνος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑποδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείας ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια τετραγραμμιαῖα δεσποτικὰ ἑκατὸν εἴκοσι· γίνεται χρυσοῦ νομισμάτια ρκ· μετὰ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος, καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς.

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
