# P.Flor. 1 95.1.26-95.3.64

Documentary Papyri, P.Flor. 1, 95.1.26 to 95.3.64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/95.1.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/95.1.26

Αὐρήλιος Ἆπις χρυσώνης ὁ προκείμενος ὑπεδεξάμην χρυσοῦ νομισμάτια ἑκατὸν εἴκοσι· γίνεται νομισμάτια ρκ· μετὰ τῆς ὀβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Παῦνι κζ. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίας Θηβαίδος Αὐρηλίοις Φιλάμμωνι Ἑρμοῦ καὶ Διοσκόρῳ Ἀμμωνίωνος ἀμφοτέροις βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκταις χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείας ἀπὸ λόγου τῶν ἑξῆς ὑποτεταγμένων … ὑποκειμένων …ο αὐτ… ὡς ἑξῆς ὑποτέτακται χρυσοῦ νομισμάτια τετραγραμμιαῖα τριακόσια εἰκοσιτέσσαρα ἥμισυ· γίνεται χρυσοῦ νομισμάτια τκδ 𐅵· μετὰ καὶ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος οὕτως· λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς χρυσοῦ νομισμάτια διακόσια ἑβδομηκονταπέντε · οὕτως· διὰ ὑμῶν τῶν ὑποδεκτῶν ἐν δυσὶ δόσεσι νομισμάτια σνε· διὰ δὲ Θεοτίμου ἐξάκτορος ὑπὲρ οὗ ἐκόμισα …του νομισμάτια κ. λόγου ἀπὸ δηλεγ…δεκάτης καὶ πρώτης ἰνδικτίονος χρυσοῦ νομισμάτια τεσσερακονταεννέα ἥμισυ … καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἀντίγραφον καὶ τῆς ὑπογραφῆς. Αὐρήλιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην χρυσοῦ νομισμάτια λόγου ἐξαργυρισμῶν παρʼ ὑμῶν ἐν δυσὶ δόσεσι νομισμάτια διακόσια πεντηκονταπέντε . καὶ διὰ Θεοτίμου ἐξάκτορος Ἑρμοῦ πόλεως ὑπὲρ τοῦ πινακίου ὑπὲρ ὑμῶν νομισμάτια κ· καὶ διὰ ὑμῶν τῶν ὑποδεκτῶν νομισμάτια τεσσερακονταεννέα ἥμισυ · γίνεται νομισμάτια τκδ 𐅵· μετὰ καὶ τῆς ὀβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀντίγραφον ὡς περιέχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Παῦνι …. Αὐρήλιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης χρυσώνης ἐπαρχίας Θηβαίδος Αὐρηλίοις Διοσκόρῳ Ἀμμωνίωνος καὶ Φιλάμμωνι Ἑρμοῦ βουλευταῖς ἄρξασι Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης ὑποδέκταις χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Πομπηίου Περγαμίου ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ τῆς ὑμῶν πολιτείας ὑπὸ τῶν ἐξακτόρων καὶ συντελέσω ἀπὸ λόγου ἐξαργυρισμῶν τῶν ἀπὸ ἕκτης ἕως δωδεκάτης καὶ αὐτῆς ἰνδικτίονος χρυσοῦ νομισμάτια τετραγραμμιαῖα τριακόσια ἑβδομηκονταδύο ἥμισυ· γίνεται χρυσοῦ νομισμάτια τοβ 𐅵· μετὰ τῆς ὁρισθείσης ὀβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ ἁπλῆν οὖσαν

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
