# P.Flor. 1 96

Documentary Papyri, P.Flor. 1, P.Flor. 1 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-1/96
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-1/96

… καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπί σε τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρά σου περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος σοὶ τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, ἣν καὶ δισσήν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν, ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη, ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκῶ. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων, Μεχεὶρ κδ. Αὐρήλιος Κοπρέας Ἑρμίνου πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκειται. ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος σοὶ τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, ἣν καὶ δισσήν σοι ἐξεδόμην πρὸς ἀσφάλειαν, ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη, ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκῶ. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Οὐιρίου Νεπωτιανοῦ καὶ Τεττίου Φακούνδου τῶν λαμπροτάτων, Μεχεὶρ κδ. Αὐρήλιος Κοπρέας Ἑρμίνου πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκειται.

---

Documentary Papyri, P.Flor. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;1.
