# P.Flor. 3 332

Documentary Papyri, P.Flor. 3, P.Flor. 3 332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-3/332
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-3/332

Εὐδαιμονὶς Ἀπολλωνίωι τῶι υἱῶι χαίρειν. οὐ λανθάνει σε ὅτι δίμηνος σήμερον ἐστάλην τὸν ἄτακτον Δισκᾶν μὴ ἐκδεχόμενόν σου τὴν παρουσίαν. ἀλλʼ ἐπιζητεῖ νῦν μετὰ καὶ ἄλλων γυμναστικῶν φίλων πῶς ἐπιθῆταί μοι ἀπόντος σου, οἰόμενος δύνασθαι τυχεῖν ἀδίκως πραγμάτων. ἤδη μὲν τὸ ἐμὸν ἐποίησα, καὶ οὔτε ἐλουσάμην οὔτε προσεκύνησα θεοὺς φοβουμένη σου τὸ μετέωρον, εἴπερ ἐστὶ μετέωρον, μὴ τοίνυν γενέσθω μετέωρον, ἵνα καὶ ἐγὼ μὴ σκυλῶ εἰς τὰ δικαστήρια. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ καὶ τῶν παιδίων μου καὶ τῆς μητρὸς αὐτῶν. γράφε μοι συνεχῶς περὶ τῆς ὑγιείας ὑμῶν, ἵνα ἔχω παραμύθιον τῆς προελεύσεώς μου. ἔρρωσο, κύριε. Φαῶφι γ. τοῖς γάμοις σου ἡ γυνὴ Δισκᾶτος τοῦ ἀδελφου μου ἤνεγκέ μοι δραχμὰς ρ· ἐπεὶ δὲ νῦν Νῖλος ὁ υἱὸς αὐτῆς γαμεῖν μέλλει, δίκαιόν ἐστι καὶ ἡμᾶς ἀνταποδοῦναι, καὶ εἰ ζητημάτιά ἐστι πρὸς αὐτοὺς ἐν μέσωι Ἀπολλωνίωι υἱῶι

---

Documentary Papyri, P.Flor. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;3.
