# P.Flor. 3 380.A.1-380.B.11

Documentary Papyri, P.Flor. 3, 380.A.1 to 380.B.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-3/380.A.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-3/380.A.1

ἔτους δωδεκάτου αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν … διαγραφὴ διὰ τῆς ἐν Ἑρμουπόλει ἐπιτηρουμένης τραπέζης. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διὰ τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως Εὐδαίμονι καὶ Θεοδώρᾳ ἀμφοτέροις Ἑρμαίου Εὐδαίμονος μητρὸς … τῆς καὶ Τερεῦτος μετὰ κυρίου τῆς Θεοδώρας τοῦ ἀδελφοῦ Εὐδαίμονος … τὰς ὑπαρχούσας αὐτοῖς τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν ἀρούρας γῆς κατοικικῆς ἀναιτήτου ἀρούρας δεκατρεῖς ἥμισυ τρίτον , ἃς παραδώσουσι κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους ἐπὶ ταῖς …μ γειτνίαις, τιμῆς ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων … παρὰ τῆς ὠνουμένης κατὰ τὴνδε τὴν διαγραφὴν, καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν, χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, ἔτι δὲ καὶ γεωργοῦντας καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα ἀπο τοῦ εἰσιόντος ιγ ἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶν κατʼ ἔτος δημόσια διαλείπει, τά τε τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ιβ ἔτους δημόσια … πρὸς τοὺς πωλοῦντας, καὶ μὴ αὐτοὺς ἐπελεύσασθαι μήτε ἄλλους ὑπὲρ αὐτῶν ἐπὶ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς, περὶ μηδενὸς ἢ μὴ βεβαιώσωσι, ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ αὐτῶν ἐπελευσόμενος αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης αὐτοῖς … ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. Διόσκορος ἐπιτηρητὴς σεσημείωμαι. Εὐδαίμων καὶ Θεοδώρα ἀμφότεροι Ἑρμαίου Εὐδαίμονος μητρὸς … τῆς καὶ Τερεῦτος Ἑρμοπολῖται ἀναγραφόμενοι ἐπὶ Πόλεως λιβός, μετὰ κυρίου τῆς Θεοδώρας τοῦ ἀδελφοῦ Εὐδαίμονος, ἐπηκολουθήκαμεν τῇ προκειμένῃ διαγραφῇ καὶ πεπράκαμεν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Εὐδαιμονίδι τῇ καὶ Φίντυς Δημητρίου ἀναγραφομένῃ ἐπὶ Πόλεως ἀπηλιώτου, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως τὰς ὑπαρχούσας ἡμῖν, τῷ μὲν Εὐδαίμονι κατὰ τὸ δίμοιρον, τῇ δὲ Θεοδώρᾳ κατὰ τὸ τρίτον, ἐν τῷ Πάσκῳ περὶ Μνάχιν ἐκ τοῦ Σατύρου Ταρουθίννου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν γῆς κατοικικῆς ἀναιτήτου ἀρουρὰς δεκατρεῖς ἥμισυ τρίτον , ἃς παραδώσομεν κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους·

---

Documentary Papyri, P.Flor. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;3.
