# P.Flor. 3 380.B.12-22

Documentary Papyri, P.Flor. 3, 380.B.12 to 380.B.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-3/380.B.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-3/380.B.12

γείτονες τῶν ὅλων, ὡς ἡμεῖς ὑπηγορεύσαμεν, νότου …ου κλήρου· τιμῆς τῆς συμπεφωνημένης τῶν ὅλων ἀρουρῶν δεκατριῶν ἡμίσους τρίτου ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων· γίνονται ἀργυρίου δραχμαὶ Αφ, ἃς ἀνειρήμεθα διʼ ἐπιτηρητῶν τραπέζης παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφήν· καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, ἔτι δὲ καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα ἅπαντα εἰς τὸ ἴδιον ἀπὸ τοῦ εἰσιόντος ιγἔτους ἀφʼ οὗ καὶ τελοῦντας τὰ ὑπὲρ αὐτῶν κατʼ ἔτος δημόσια διαλείπει, τά τε τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ιβ ἔτους καὶ αὐτοῦ τοῦ ιβ ἔτους δημόσια πάντα καὶ ἐπιμερισμοὺς πρὸς ἡμᾶς τοὺς πωλοῦντας· καὶ μὴ ἐπελεύσασθαι ἡμᾶς μηδʼ ἄλλους ὑπὲρ ἡμῶν ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης ἡμῖν τοῖς πωλοῦσιν· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βεβαιώσωμεν, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τὰ τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. ἔτους ιβ αὐτοκρατόρων καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν … Εὐδαίμων Ἑρμαίου πέπρακα καὶ παραδώσω τὰς ἀρούρας καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος συμπεπρακυίης καὶ ἐσχηκυίης καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου διʼ Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως Ἀχιλλέως ἐξωδίασα, ὡς πρόκειται …

---

Documentary Papyri, P.Flor. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;3.
