# P.Flor. 3 383lin39_71

Documentary Papyri, P.Flor. 3, P.Flor. 3 383. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-flor-3/383lin39_71
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-flor-3/383lin39_71

Αὐρηλίοις Νεμεσίωνι τῷ καὶ Σαραπίωνι βουλευτῇ Ἀντινοέων πόλεως καὶ Ἁρποκρατιωνι τῷ καὶ …ωνι βουλευτῇ ἄρχουσι τῆς αὐτῆς πόλεως καὶ τοῖς σὺν αὐτοῖς πρὸς τῂ μισθώσει ἐδαφῶν τῆς ἀνιερωμένης Ὀσειραντινόῳ θεῷ μεγίστῳ παρὰ Αὐρηλίων Παμούνιος τοῦ δεῖνα μητρὸς τῆς δεῖνα ὡς ἐτῶν λε εὐσήμου τὸν δεξιὸν ὀφθαλμὸν καὶ Σιλβανοῦ Κολλούθου μητρὸς τῆς δεῖνα ὡς ἐτῶν λη …αυ… … καὶ Πατα…ακαλ… Ἀνούφιος μητρὸς Τενου… ὡς ἐτῶν λη οὐλὴ παρʼ ἄκρα τα… καὶ … ς Εὐδαίμονος μητρὸς τῆς δεῖνα ὡς ἐτῶν λε οὐλὴ παρὰ καρπὸν ἀριστερὸν ἀπὸ κώμης Τήνεως τοῦ Ἑρμοπολίτου νομοῦ ἀλληλεγγύων ὄντων. βουλόμεθα ἑκουσίως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ιδ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου καίσαρος τοῦ κυρίου ἀπὸ τῶν προκειμένων ἐδαφῶν ἐν κωμογραμματείᾳ Πεσλα ἄνω ἐν ὁρίοις κ… …βε…ιλλα… γεωργ …γῆν ἱερὰν ἐναντίον … …λλων Ἄμμωνος α…σων συ…γης συν…οριοις … ὧν ἂν αἱρώμεθα … ἀρταβῶν … … παρας… Ἀντινοε… …απαντ… διεκβαλ… καὶ προσμετρήσομεν … ἐκτὸς τοῦ καταλόγου ἀστῶν …ριον δόκιμον …ταις …ηθησις ἐκτὸς τῆς ἀστ… παντὸς τοῦ ἐκβησομένου ἀχύρου τὸ ἥμισυ καὶ τὴν γῆν καθαρὰν ἀπὸ … ἔργον ἢ τελέσομεν ἀνὰ ἄρουραν δραχμὰς η. ἐπιθέματος δὲ γενομένου ἐξέσται ἑτέροις μεταμισθοῦν ἢ καὶ αὐτουργεῖν καὶ οὐ χρησόμεθα τῷδε τῷ συνχρηματισμῷ πρὸς ἕτερον δίκαιον· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ιδ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Φαῶφι κα. Αὐρήλιοι Παμοῦνις καὶ Σιλβανὸς καὶ Ἀχιλλεὺς καὶ Παμούνιος μεμισθώμεθα ὡς πρόκειται. Αὐρήλιος Ἡρακλείδης Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτῶν φασκόντων μὴ εἰδέναι γράμματα.

---

Documentary Papyri, P.Flor. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.flor;3.
