# P.Fouad 1 35

Documentary Papyri, P.Fouad 1, P.Fouad 1 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fouad-1/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fouad-1/35

ἀντίγραφον. ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Τῦβι κε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θαῆσις Ἡρακλείου, μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Θαήσιος υἱοῦ Πετσίριος τοῦ Σαραπίωνος, τῷ ἑαυτῆς ἀνδρὶ Πτολλίωνι Πτολεμαίου μητρὸς Σαραπιάδος, ἐν ἀγυιᾷ, συνεστακέναι αὐτὸν, κατὰ τήνδε τὴν ὁμολογίαν, ἐκπράξοντα καὶ ἀπαιτήσοντα καὶ τὰ ὀφειλόμενα αὐτῇ ἐν Ὀξυρυγχείτῃ καὶ Ἀυασείτῃ καὶ Ἀρσινοείτῃ νομοῖς καὶ τοὺς ὑπάρχοντας αὐτῆι καρπούς, ὧν ἐπιτροπεύει τῆς τοῦ μετηλλαχότος αὐτῆς υἱοῦ Σαραπίωνος θυγατρὸς Ταθοωνᾶτος, οὐδέπω οὔσης ἐν ἡλικίᾳ, ἐν τῷ αὐτῷ Ὀασείτῃ νομῷ ἀγρῶν· ἔτι δὲ καὶ πωλήσοντα τοῖς προσελευσομένοις τῷ ἀγορασμῷ, τῆς εὑρεθησομένης τιμῆς, τὰ ὑπάρχοντα τῇ Θαήσει, ἅπαντα ἢ μέρος αὐτῶν, καὶ προδιαίρεσιν α…ειν καὶ οἰκονομήσοντα περὶ αὐτῶν ὡς ἐὰν αἱρῆται, καθὰ καὶ αὐτῇ τῆι Θαήσει παρούσηι ἐξῆν· εὐδοκεῖ γὰρ πᾶσι οἷς ἐὰν ὁ ἀνὴρ Πτολλίων περὶ τῶν κατὰ τὴν σύστασιν οἰκονομήσῃ, ἐφʼ ᾧ ἀποκαταστήσει τῇ Θαήσει ἅπαντα, τῆς πίστεως περὶ αὐτὸν οὔσης· ἔτι δὲ καὶ ἐκδικήσοντα τὰ ἐνεστῶτα αὐτῇ πρὸς Θοῶνιν Θοώνιος καὶ ἄλλους, μὴ ἐλαττουμένης τῆς Θαήσιος ἐν τῇ πράξει ὧν ὀφείλει αὐτῇ ὁ Πετσῖρις κατὰ ἀσφάλειαν δραχμῶν ὀγδοήκοντα · κυρία ἡ συγγραφή. σημειώσεως ἀντίγραφον. ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Τῦβι κε, διὰ …ατου τοῦ σὺν Θέωνι τῷ προκεχειρισμένῳ ὑπὸ τῶν μετόχων ἀγορανόμων κεχρημάτισται.

---

Documentary Papyri, P.Fouad 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fouad;1.
