# P.Fouad 1 44

Documentary Papyri, P.Fouad 1, P.Fouad 1 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fouad-1/44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fouad-1/44

… ἀρχιδικαστῇ καὶ πρὸς τῆι ἐπιμελείαι τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων, παρὰ Διδύμης τῆς Διονυσίου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Ἐπιμάχου τοῦ Λουκίου τῶν ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως καὶ παρὰ Λουκίου Πομπηίου Λουκίου υἱοῦ φυλῆς Πολλία τῶν ἀπολελυμένων στρατιωτῶν ἐκ τῆς δευτέρας καὶ εἰκοστῆς λεγεῶνος. συγχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστε πα…κλη…εω… τῆς Διδύμης δάνειον … ἀργυρίου … σεβαστοῦ καὶ πτολεμαικοῦ δραχμὰς …κον αὐτὸν ἀντὶ τῶν τούτων τόκων ἐάσειν τὴν Διδύμην καὶ τοὺς παρʼ αὐτῆς ἐνοικεῖν ἐν τῶι ἐπιβάλλοντι τῷ Λουκίῳ μέρει πατρικῆς οἰκίας τῆς οὔσης ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει … Σαραπείου ἐν λαύρᾳ Ἑρμαίου ἐπὶ χρόνον ἔτη … ἀπὸ μηνὸς … Σεβαστοῦ τοῦ ε ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, τῶν τῆς οἰκίας δημοσίων κατὰ τὸ ἐπίβαλλον τῶι Λουκίωι μέρος ὄντων πρὸς τὴν Διδύμην, μὴ ἐξεῖναι δὲ τῶι Λουκίωι ἐκβάλλειν τὴν Διδύμην καὶ τοὺς παρʼ αὐτῆς ἐντὸς τοῦ χρόνου· μετὰ δὲ τοῦτον ἀποδώσειν Λούκιον τῇ Διδύμῃ τὸ δάνειον ἄτοκον· ἐὰν δʼ ἔν τινι παραβαίνῃ ἐκτίνειν αὐτὸν παραχρῆμα τὸ μὲν δάνειον τὰς τοῦ ἀργυρίου δραχμὰς υ σὺν ἡμιολίᾳ καὶ τόκοις δραχμιαίοις ἑκάστης μνᾶς κατὰ μῆνα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ρ, τῆς πράξεως οὔσης παρά τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. ἐὰν δὲ τοῦ χρόνου ἐνστάντος μὴ κομίσηται ἡ Διδυμη τὸ προκίμενον κεφάλαιον, κρατεῖν αὐτὴν καὶ κυριεύειν τοῦ σημαινομένου μέρους τῆς οἰκίας καὶ διοικεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῆται, χωρὶς διαστολῆς καὶ προσκλήσεως, μηδενὸς ἐξ ὑστέρου καταλειπομένου τῶι Λουκίωι λόγου, τοῦ περὶ τὴν οἰκίαν κινδύνου μὴ ὄντος πρὸς τὴν Διδύμην μηδὲ τὸν δανειοῦχον. γείτονες δ…ν τῆς οἰκίας ὅλης νότωι Ἀμόις, βορρᾷ Ἰσχυρᾶς, λιβεὶ ῥύμη δημοσία, ἀπηλιώτῃ ῥύμη ἐν ᾗ ἐστιν ἱερὸν Ἑρμαίου. ἀξιοῦμεν. ἔτους δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ἐπαγομένων ε.

---

Documentary Papyri, P.Fouad 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fouad;1.
