# P.Fouad 1 51

Documentary Papyri, P.Fouad 1, P.Fouad 1 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-fouad-1/51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-fouad-1/51

ἀντίγραφον ὁμολογίας. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι γ, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Δεῖος ὡς ἐτων εἰκοσι , οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς, καὶ Τύραννος ὁ καὶ Ἰσίδωρος ὡς ἐτῶν δέκα ὀκτὼ , οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ὑπὸ τρίχα, ἀμφότεροι Ζεύξιδος τοῦ Δείου, Σωσικόσμειοι οἱ καὶ Ἀλθαιεῖς, ἀλληλέγγυοι εἰς ἔκτισιν, Ἱππάλῳ Σαραπᾶ τοῦ Ἀρείου ὡς ἐτῶν τεσσεράκοντα πέντε , οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς, ἔχειν παρʼ αὐτοῦ Ἱππάλου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενήκοντα ἕξ , καὶ ἐπάναγκον τοὺς ὁμολογοῦντας Δεῖον καὶ Τύραννον τὸν καὶ Ἰσίδωρον ἀποδώσειν τῷ Ἱππάλῳ τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενήκοντα ἓξ καὶ τοὺς τόκους, ἐν μηνὶ Φαμενὼθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης τῷ Ἱππάλῳ ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πα… πάντων, καθάπερ ἐκ δίκης. Δεῖος Ζεύξιδος Σωσικόσμειος ὁ καὶ Ἀλθαιεὺς ὁμολογῶ ἔχειν ἅμα τῷ ἀδελφῷ μου Τυράννῳ τῷ καὶ Ἰσιδώρῳ ἐξ ἀλληλεγγύης παρὰ τοῦ Ἱππάλου διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενήκοντα ἕξ , ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Φαμενὼθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους ἀνυπερθέτως καθὼς πρόκειται. Τύραννος ὁ καὶ Ἰσίδωρος Ζεύξιδος, Σωσικόσμειος ὁ καὶ Ἀλθαιεὺς, ὁμολογῶ ἔχειν ἅμα τῷ ἀδελφῷ μου Δείῳ ἐξ ἀλληλεγγύης παρὰ τοῦ Ἱππάλου διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς υϙϛ ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Φαμενώθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους καθὼς πρόκειται … …α…σι… … ε…

---

Documentary Papyri, P.Fouad 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.fouad;1.
