# P.Freib. 2 8.r.1-23

Documentary Papyri, P.Freib. 2, 8.r.1 to 8.r.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-freib-2/8.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-freib-2/8.r.1

ἀντίγραφον. Εὐδαίμονι τῶν κεκοσμητευκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἰουλίας Δημαρίου μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη Λουκίου Ἀρουντίου Λόγγου, καὶ παρὰ τῶν ταύτης ἀδελφῶν, Μάρκου Ἰουλίου Οὐαλεριανοῦ καὶ Ἰουλίας Ἀφροδοῦτος, μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη τοῦ υἱοῦ Μάρκου Σεντίου Ἀκύλα· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστε ἐπεὶ ὅ τε Μᾶρκος Ἰούλιος Οὐαλεριανὸς καὶ ἡ Ἰουλία Ἀφροδοῦς, εὐπειθεῖς γεγονότες ὑπὸ τῆς Ἰουλίας Δημαρίου καὶ ἀπεσχηκότες παρʼ αὐτῆς διά τε χειρὸς ἐξ οἴκου καὶ κατὰ διαγραφὴν διὰ τῆς Μάρκου Κλαυδίου Σαβείνου τραπέζης τὸ ἑσταμένον τῆς τιμῆς κεφάλαιον ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας πεντακοσίας καὶ κατὰ πᾶν συνπεπεισμένοι αὐτόθεν, πεπρακέναι τῇ Ἰουλίᾳ Δημαρίῳ τῶν κατηντηκότων εἴς τε αὐτοὺς Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ αὐτὴν Ἰουλίαν Δημάριον ἀπὸ κληρονομίας τοῦ μετηλλαχότος αὐτῶν ἑτέρου ἀδελφοῦ Μάρκου Ἰουλίου Γεμέλλου οὐετρανοῦ, ἀκολούθως ᾗ πεποίηνται τῶν τούτου ἀφʼ ἧς ἔθετο Ῥωμαικῆς διαθήκης ἀπογραφῇ παρὰ τοῖς ἐπισκόποις τῷ πέμπτῳ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Δύστρῳ, δούλων σωμάτων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἐνγενῶν Ἀλεξανδρείας, ἁπλῷ χρήματι καὶ ὄντων ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, κοινῶν πρὸς αὐτὴν Ἰουλίαν Δημάριον τὸ ἐπιβάλλον αὐτοῖς, Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ Ἰουλίᾳ Ἀφροδοῦτι μέρος δίμοιρον, καὶ ἀπὸ τοῦ νῦν τὴν Ἰουλίαν Δημάριον, παρειληφυῖαν τὰ δοῦλα σώματα Ἀσκληποῦν καὶ Οὐνιῶνα καὶ τεταγμένην ὑπὲρ αὐτῶν τῇ τῶν ἀνδραπόδων ὠνῇ τὸ καθῆκον τέλος, κρατεῖν αὐτῶν καὶ κυριεύειν καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν ἢ καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ἃς ἂν αἱρῆται οἰκονομίας ἀνεμποδίστως, αὐτοῖς δὲ Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ Ἰουλίᾳ Ἀφροδοῦτι μηδʼ ἄλλῳ ὑπὲρ αὐτῶν μηδενὶ καταλείπεσθαι ἔφοδον ἐπὶ τὰ δοῦλα σώματα Ἀσκληποῦν καὶ Οὐνιῶνα ἀπὸ μηδενὸς ἁπλῶς δικαίου κατὰ μηδένα τρόπον, βεβαιοῦν τε αὐτόν τε Μᾶρκον Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ ἑκάτερον αὐτῶν Δημαρίῳ, καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐνποιησόμενον τῶν δούλων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἢ μέρους αὐτῶν αὐτούς, Ἰούλιον Οὐαλεριανὸν καὶ τὴν Ἰουλίαν Ἀφροδοῦν, κατὰ τὸ δίμοιρον μέρος ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν ἤ, χωρὶς τοῦ κύρια μένειν τὰ συνκεχωρημένα, ἔτι καὶ ἐκτίσειν αὐτοὺς ἐξ ἀλληλενγύης τὸ τῆς τιμῆς κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης. ἔστιν δὲ τὰ δοῦλα σώματα, ἡ μὲν Ἀσκληποῦς

---

Documentary Papyri, P.Freib. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.freib;2.
