# P.Gen. 1.2ed 19

Documentary Papyri, P.Gen. 1.2ed, P.Gen. 1 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-gen-1-2ed/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-gen-1-2ed/19

Τυράννῳ τῷ καὶ Ἰσιδώρῳ καὶ Νίννωι τῷ καὶ Χρυσίππῳ γεγυμνασιαρχηκόσιν ἐπικριταῖς παρὰ Ἥρωνος Σουχίωνος τοῦ Διοδώρου, μητρὸς Ἑρμιόνης, καὶ τῆς γενομένης καὶ ἀποπεπληγμένης αὐτοῦ γυναικὸς Θαυβαρίου τῆς Ἥρωνος τοῦ Ἥρωνος, ἀμφοτέρων ἀναγραφομένων τοῦ μὲν Ἥρωνος ἐπʼ ἀμφόδου Ἑλληνείου, τῆς δὲ Θαυβαρίου ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων μετὰ κυρίου αὐτοῦ Ἥρωνος. τοῦ ἐξ ἀλλήλων υἱοῦ Ἰσιδώρου προσβάντος εἰς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι ια ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι, ὑπετάξαμεν τὰ δίκαια. ἐγὼ μὲν οὖν ὁ Ἥρων ἀπεγραψάμην τῇ τοῦ β ἔτους θεοῦ Ἁδριανοῦ ἀπογραφῇ ἐπὶ Φανησίου, τῇ δὲ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ καὶ τῇ τοῦ θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἐπὶ Ἑλληνείου συναπογραψάμενος ἐν τῇ τοῦ θ ἔτους ἀπογραφῇ καὶ τὸν ἐπικρινόμενον υἱὸν Ἰσίδωρον. καὶ ἐγὼ δὲ ἡ Θαυβάριον ἀπεγραψάμην τῇ τοῦ ιϛ ἔτους καὶ τῇ τοῦ θ ἔτους ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων. τὸν δὲ ἐπικρινόμενον υἱὸν Ἰσίδωρον, ἀμφότεροι ἀπεγραψάμεθα ἐν ἐπιγεγεννημένοις τῶι ϛ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ Ἑλληνείου. οἱ δὲ ἐμοῦ τῆς Θαυβαρίου γονεῖς ἀπεγράψαντο τῇ τοῦ β ἔτους ἀπογραφῇ μηδέπω μου γεννηθείσης ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων. Νίννος ὁ καὶ Χρύσιππος γεγυμνασιαρχηκὼς διʼ Ἀμμωνίου γραμματέως σεσημείωμαι Ἰσίδωρον Ἥρωνος τοῦ Σουχίωνος μητρὸς Θαυβαρίου. ἔτους ια Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ λ. ἐπίκρισις Ἰσιδώρου.

---

Documentary Papyri, P.Gen. 1.2ed. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.gen;1.2ed.
