# P.Gen. 2 101

Documentary Papyri, P.Gen. 2, P.Gen. 2 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-gen-2/101
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-gen-2/101

ἐκ διαφ… πραγματι ιγ ἔτους Ἀπιάδος τρίτου τόμου κολλήματος μα σιτολόγου ε τοπαρχίας. Ἁρπαγάθης Σαταβοῦτος τοῦ Μαρειοῦς ἀπὸ Σοκνοπαίου Νήσου σιτολόγος ε τοπαρχίας Σοκνοπαίου Νήσου, οἰκῶν ἐν Ἀπιάδι κατοικικὰς ἀρούρας ε περὶ οὗ οἱ βιβλιοφύλακες ἐδήλωσαν μηδένα πόρον ἐπʼ ὀνόματος αὐτοῦ διὰ διαστρώματος τῆς προκειμένης κώμης διακείμενον εὑρῆσθαι· ἐκ δὲ τῶν τῆς τάξεως κατοχίμων εὑρῆσθαι Ἁρπαγάθην Σαταβοῦτος ἀπὸ Σοκνοπαίου Νήσου ιβ ἔτους Ἁδριανοῦ τοῦ Κυρίου Παχὼν ιθ ὑπὸ Ἡρῴδου τοῦ καὶ Τιβερίου στρατηγοῦ Θεμίστου μερίδος ὡς δοθεὶς εἰς δημοσίαν χρείαν καὶ δηλωθεὶς ἔχειν ἐπʼ ὀνόματος Ἀλκίμου τοῦ καὶ Ἀμμωνίου Διδύμου Σωσικοσμίου τοῦ καὶ Ζηνίου περὶ Ἀπιάδα ὅθεν ἀναγκαίως ἐπισκεψάμενος ἐδήλωσε διακεῖσθαι Ἄλκιμον τὸν καὶ Ἀμμώνιον Διδύμου τοῦ Ἀλκίμου Σωσικοσμίου τοῦ καὶ Ζηνίου ἔχοντα διʼ ἀπογραφῆς … ἔτους Ἁδριανοῦ τοῦ Κυρίου Φαῶφι παραχωρητικοῦ κλήρου κατοικικῆς ἀρούρας 𐅵 δ ἀπὸ ἀρουρῶν α η οὔσας ἀπὸ ἀρουρῶν δ 𐅵 περὶ Φιλοπάτορα Ἀπιάδος καὶ ἄλλου κλήρου κατοικικῆς ἄρουραν α δ περὶ Φιλοπάτορα Ἀπιάδος τῶν ἐπὶ τὸ αὐτὸ ἀρούρας β· καὶ ἐν ἄλλῳ μέρει Ἄλκιμον τὸν καὶ Ἀμμώνιον Διδύμου τοῦ Ἀμμωνίου Σωσικοσμίον τὸν καὶ Ζήνιον ἔχοντα διʼ ἀπογραφῆς ἐγκτήσεων ζ ἔτους Ἁδριανοῦ τοῦ Κυρίου Τῦβι παραχωρητικοῦ κλήρου κατοικικῆς ἀρούρας α γ ιβ καὶ ἄλλου κλήρου κατοικικῆς ἀρούρας ιε μη ἐκ τοῦ πρὸς … μέρους ἐχομένας γῆς Πανίσκου τοῦ … καὶ ἄλλου κλήρου κατοικικῆς ἀρουρ … ἐκ τοῦ πρὸς βορρᾶ μέρους ἐχομέν … ἀνοικοδομ σε… Φιλοπάτορα Ἀπιάδος … τοῦ …υ ἐπʼ ὀνόματος τοῦ ἀπογεγραμμένου Ἀλκίμου τοῦ καὶ Ἀμμωνίου Διδύμου τοῦ Ἀμμωνίου Σωσικοσμίου τοῦ καὶ Ζηνίου παραχωρητικοῦ κλήρου κατοικικῆς ἀρούρας δ 𐅵 πρὸς αἷς ἐπιβολῆς κώμης ἀρουρ … καὶ ἄλλας καθʼ ἑαυτὰς κλήρου κατοικικῆς ἀρούρας ε 𐅵 πάσας περὶ Ἀπιάδα παρακειμένας ὑποτεθείσας ἐπὶ τὸ αὐτὸ ἀρούρας α… Λουκίωι Μινικίωι Πούδεντι τῶι καὶ Δέξκτρωι πρὸς δραχμὰς δισχιλίας .

---

Documentary Papyri, P.Gen. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.gen;2.
