# P.Gen. 2 116.23-44

Documentary Papyri, P.Gen. 2, 116.23 to 116.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-gen-2/116.23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-gen-2/116.23

Ἰουλίου Τριαδέλφου καὶ ἄλλων· καὶ τῆς τετάρτης τῶν λοιπῶν ἀρουρῶν δύο ὀγδόου , γείτονες νότου πρότερον Ἰουλίου Τριαδέλφου καὶ τοῦ προτεταγμένου Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου, βορρᾶ γύης, ἀπηλιώτου τοῦ αὐτοῦ Ἰουλίου Τριαδέλφου, λιβὸς … ἐκ δὲ κλήρου μοναρτάβου καὶ χερσαμπέλου ἀρούρας ἓξ ἥμισυ ὧν γείτονες νότου γύης, βορρᾶ διῶρυξ ολ … ἀπηλιώτου ἡ προκειμένη ἄμπελος, λιβὸς κληρονόμων Αὐρηλίου Ὡρίωνος ἀμπελικὸν κτῆμα καὶ σιτικὰ ἐδάφη· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἀρούρας δύο ἥμισυ τέταρτον οὔσας ἀπὸ ἀρουρῶν τεσσάρων ἡμίσους τετάρτου ὧν γείτονες νότου …ωδάτου καὶ ἄλλων, βορρᾶ πρότερον …ταρχίδος Βιθῦτος, ἀπηλιώτου πρότερον …ου, λιβὸς πρότερον …ς· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον ἧς γείτονες νότου πρότερον …θέρας, βορρᾶ πρότερον Καλπουρνίου Πετρωνιανοῦ καὶ ὡς χρηματίζει, ἀπηλιώτου Τῶμις ποταμός, λιβὸς πρότερον Σαραπίωνος ἀγορανομήσαντος· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου μοναρτάβου ἄρουραν μίαν ἥμισυ τέταρτον ὄγδοον ἧς γείτονες νότου πρότερον Σεπτιμίου Ἐπιμάχου γυμνασιαρχήσαντος καὶ ἄλλων, βορρᾶ καὶ λιβὸς Ελ…τερας Ε…ας ἐδάφη, ἀπηλιώτου πλευρισμός· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀρούρας δύο ὧν γείτονες νότου διῶρυξ, βορρᾶ καὶ ἀπηλιώτου πρότερον Σεπτιμίου Ἐπιμάχου γυμνασιαρχήσαντος, λιβὸς διῶρυξ· καὶ ἐκ τοῦ Μα… κλήρου ἀρούρας τέσσαρας οὔσας ἀπὸ κοινωνικῶν ἀρουρῶν δέκα ὧν γείτονες νότου πρότερον Ἀχιλλέως Ἀπολλωνίου ἐξηγητεύσαντος, βορρᾶ καὶ ἀπηλιώτου πρότερον Ταποντῶτος, λιβὸς πρότερον Πτολεμαίου Ἡρῴδου· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀρούρας δύο ὧν γείτονες νότου καὶ βορρᾶ ἑτέρων … ἀπηλιώτου ιλι…, λιβὸς διῶρυξ …νους· καὶ ἐκ τῆς ἀβρόχου ὑπαρχούσης μοναρτάβου ἀρούρας δύο ἑκκαιδέκατον ὧν γείτονες νότου καὶ ἀπηλιώτου …ίου καὶ Δεξιοῦ Ἡρακλειανοῦ, βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους …σης, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς διῶρυξ καὶ Τῶμις, λιβὸς Τῶμις ποταμός· τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλας τῆς τιμῆς καὶ παραχωρητικοῦ τῶν προκειμένων ὑπαρχόντων ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑπτακισχιλίας τετρακοσίας αἵ εἰσι ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι τετρακόσιαι αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους· κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν αὐτῶν ὑπαρχόντων καὶ ἐξουσίαν ἔχειν, χρῆσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ ἅπερ καὶ ἐπάναγκον παρέξομαί σοι καὶ ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἐπιβολῆς

---

Documentary Papyri, P.Gen. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.gen;2.
