# P.Giss. 22

Documentary Papyri, P.Giss., P.Giss. 1 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-giss/22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-giss/22

Ἐπαφρόδειτος Ἀπολλωνίωι τῶι κυρίωι χαίρειν. πρὸ μὲν παντὸς ἀσπάζομαί σε καὶ Ἀλινὴν τὴν κυρίαν καὶ τὰ παιδία σου. γεινώσκειν σε θέλω ὅτι Ἀρσινόη μοι ἔπεμψε περὶ τῶν δύο ταλάντων λέγουσα ἕτοιμα γεγονένα· γράψεις οὖν τὸν μέλλοντα παραλαμβάνειν καὶ πέμψεις ἅμα τὰς γ ἐπιστολάς· ἐὰν δὲ μὴ ἔχῃς ἐν χερσὶ τὰς ἐπιστολάς, πιττάκιον αὐτῇ γράψον. Ἀναξαγόρας ὁ γαμβρός σου πωλεῖ ἀρούρας τριάκοντα ἐν Σιναπὴ ἐν οἷς ἐστὶν ὁ παράδεισος ἐξ ἀπηλιώτου τῶν σῶν γ ἀρουρῶν ὧν μέλλεις ἐν ἀμπέλῳ καταθεῖναι ϛ ἀρούρας. ἔχει καὶ ἀπὸ …λε σου ἄλλας … ἔχει πρὸς …ο…π… … τριῶν …λ… λο…σσεν…πα…σα… ὅπως πλουτήσῃς εἰς αἰῶνα· θέλω …ς ὠνήσασθαι ταύτας καὶ βουλεύου δὲ περὶ τῶν ἐν Κούσσαις ἀρουρῶν, ἐπεὶ ἐνοῦσαι ἐν αὐταῖς σαπραί. ἐὰν ἐξετάσῃς περὶ τῶν ἔργων, οὐκ ἀμελῶ. ἀσπάζεταί σε τὰ παιδία. ἔρρωσο κύριε. Ἐπεὶφ ιζ. Ἀπολλωνίῳ στρατηγῷ Ἑπτακωμίας.

---

Documentary Papyri, P.Giss.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.giss.apoll.
