# P.Grad. 4dupl

Documentary Papyri, P.Grad., P.Grad. 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-grad/4dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-grad/4dupl

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους …η, Ἐπεὶφ κη. ὅρκος, ὃν ὤμοσεν καὶ ἐχειρογράφησεν Σεμθεὺς Τεῶτος Ἡρακλεοπολίτης τῶν ἐπέργων, ὃς καὶ Ἡρακλεόδωρος καλεῖται. ὀμνύω βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ βασίλισσαν Βερενίκην καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Εὐεργέτας τοὺς τούτων γονεῖς καὶ τὴν Εἶσιν καὶ τὸν Σάραπιν καὶ τοὺς ἄλλους ἐγχωρίους θεοὺς πάντας καὶ θεὰς πάσας ἦ μὴν πραγματεύσασθαι ὑπὸ Κλίταρχον τὸν παρὰ Ἀσκληπιάδου τοῦ τραπεζίτου ἐπὶ τοῦ ἐν Φεβίχι τοῦ Κωίτου λογευτηρίου καὶ ἀποίσειν τὰ πίπτοντα πάντα εἰς τὸ βασιλικὸν ὀρθῶς καὶ δικαίως καὶ ὃν ἂν παραλαμβάνω χαλκὸν παρὰ Κλιτάρχου, χωρὶς οὗ ἂν α…εξωμαι, …ι ἀποκαταστήσειν ἐπὶ τὴν ἐν Ἡρακλήους πόλει τράπεζαν, ἐὰν δέ τι ἀνήλωμα ἐπισταλῇ, ὃ ἀνηλώσω ἐπὶ τῶν τόπων, δώσειν τε λόγον τῶν πιπτόντων πάντων Κλιτάρχωι τοῦ τε λήμματος καὶ ἀνηλώματος καὶ τὰ σύμβολα, οὗ ἂν ἀνηλώσω. ἐὰν δέ τι προσοφ ειλήσω πρὸς τὸν χειρισμόν, τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν ἡμέραις ε, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων, καὶ μηθὲν ἐξαλλοτριώσειν τῶν ὑπαρχόντων ἢ εἶναι τοῦτο τὸ συνάλλαγμα κατʼ ἐμοῦ, ἔσεσθαί τε ἐμφανῆ Κλιτάρχωι καὶ τοῖς παρʼ αὐτοῦ ἔξω ἱεροῦ καὶ βωμοῦ καὶ τεμένους καὶ πάσης σκέπης. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἔνοχον εἶναι τῆι ἀσεβείαι.

---

Documentary Papyri, P.Grad.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.grad.
