# P.Grenf. 2 30

Documentary Papyri, P.Grenf. 2, P.Grenf. 2 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-grenf-2/30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-grenf-2/30

ἔτους ιϛ τοῦ καὶ ιγ Χοίαχ δ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐπελύσατο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος τοῦ Πανοβχούνιος τοῦ Τοτοηοῦς καὶ οἱ τούτων ἀδελφοὶ δάνειον χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν αὐτοῖς Πετεαρσεμθεὺς Ἀλμαφέως κατὰ συνγραφὴν δανείου τὴν τεθεῖσαν ἐπὶ τοῦ ἐν Παθύρει ἀρχείου ἐν τῷ ιε τοῦ καὶ ιβ ἔτει· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου Πετεαρσεμθεὺς Ἀλμαφέως ἀνομολογήσατο ἀπέχειν παρὰ Πετεαρσεμθέως τοῦ Πανοβχούνιος καὶ τῶν τούτου ἀδελφῶν τὰ τοῦ σημαινομένου χαλκοῦ τάλαντα β, καὶ μὴ ἐπελεύσεσθαι Πετεαρσεμθεία μηδʼ ἄλλον τινὰ τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς μηδʼ ἐπʼ ἄλλον τινὰ τῶν παρʼ αὐτῶν. εἰ δὲ μή, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω, καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ε καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρ, καὶ μηθὲν ἧσσον κύριον εἶναι κατὰ τὰ προγεγραμμένα. τοῦτο δʼ ἐστὶν τὸ ὀφείλημα ὃ ὤφειλεν Ἁρπὼς Παβῦτος καὶ ἡ τούτου γυνὴ Ταρεῆσις. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐπίλυσις πρὸς Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς δανείου χαλκοῦ ταλάντων β ἃ ἐδάνεισεν αὐτῶι Πετεαρσεμθεὺς Ἀλμαφέως.

---

Documentary Papyri, P.Grenf. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.grenf;2.
