# P.Hamb. 1 12

Documentary Papyri, P.Hamb. 1, P.Hamb. 1 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-hamb-1/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-hamb-1/12

… ἡ ἐπίσκεψις ἑξῆς δηλοῦται. β σφραγῖδος ἀπηλιώτου τούτων, ἀνὰ μέσον οὔσης κώμης καὶ ὁδοῦ ἀγούσης εἰς τὴν μητρόπολιν ἕως ὑδραγωγοῦ ἀπὸ τῶν ἐπάνω σφραγίδων. Ἥρωνος καὶ ἄλλων ὁμοίως· ὧν ὁ φόρος ἐπεσκέφθη ἐν σπόρου ἀρούραις σιγ ιϛ λβ πυροῦ ἀρταβῶν φκϛ ϛ μη κριθῆς ἀρταβῶν πδ γ κδ, πλινθουργίου ἀρουρῶν β δ ἁλωνιῶν ἀρουρῶν β, γίνονται ἄρουραι δ δ αἱ οὖσαι πρὸς ἐκφόριον πυροῦ ἀρταβῶν βγ 𐅵 δ ιβ κδ, γίνονται πυροῦ ἀρτάβαι φν κδ μη κριθῆς ἀρτάβαι πδ γ κδ· α ἔτει ἐπεσκεμμέναι ἄρουραι σξγ 𐅵 η ιϛ ὑπολόγου εἶναι, ὧν ἁλωνιῶν ἄρουραι β, πλινθουργίου ἄρουραι β δ, γῆς ὀψίμως ἀποκαλυφθείσης ἄρουραι μδ δ ιϛ ξδ, χερσάλμης ἄρουραι ρπϛ δ, α ἔτει ἀντὶ σπόρου ἐπισκεφθείσης χέρσου ἀσπόρου ἄρουραι κη 𐅸 ιϛ λβ ξδ· β ἔτει τη…, ἀπὸ ε ἔτους ἕως ζ ἔτους ἡ ἐπίσκεψις οὐκ ἐγένετο, η ἔτει ἐπεσκέφθησαν ὑπὸ Πομπηίου Κελεαρίου τοῦ κρατίστου ἐπιτρόπου τῶν κυρίων Σεβαστῶν οὖσαι ὑφʼ ὕδωρ, τῷ ἑξῆς θ ἔτει μέχρι τοῦ ιε ἔτους οὖσαι ὑφʼ ὕδωρ ἐπεσκέφθησαν, τῷ ιϛ ἔτει καὶ τῷ διεληλυθότι ιζ ἔτει ὑπὸ Κλαυδίου Ἀλεξάνδρου τοῦ κρατίστου ἐπιτρόπου τῶν κυρίων Σεβαστῶν συμφώνως ἐπισκεφθεῖσαι, ἐπισκεφθεῖσαι καὶ τῷ ἐνεστῶτι ιη ἔτει ἐν τῇ αὐτῇ διαθέσει οὖσαι ὑφʼ ὕδωρ αἱ καὶ ἀπογραφεῖσαι ὑπὸ τῶν ἐπάνω πρεσβυτέρων κολλήματι ϙβ οὖσαι ὑφʼ ὕδωρ. γείτονες σὺν τῷ ὄντι κατὰ μέσον κοιλώματι ἀρούρης δ τῶν ἐπάνω σφραγίδων· ἀνὰ μέσον ἀγρομυρίκινα ξύλα, νότου πεδιακὴ ὁδός, Βορρᾶ …, λιβὸς ἡ προισηγμένη σφραγὶς καὶ ἐπί τι μέρος κώμης, ἀπηλιώτου … ἡ ἐπίσκεψις ἑξῆς δηλοῦται.

---

Documentary Papyri, P.Hamb. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.hamb;1.
