# P.Hamb. 1 24

Documentary Papyri, P.Hamb. 1, P.Hamb. 1 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-hamb-1/24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-hamb-1/24

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τετάρτοῦ καὶ εἰκοστοῦ ἐπὶ ἱερέως Ἀρχέτου τοῦ Ἰασίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Τιμωνάσσης τῆς Ζωίλου μηνὸς Δίου ἐν Ἱερᾶι Νήσωι Θεῶν Σωτήρων τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμαῖος Μνησίου τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος Πετοσίρει Σεαρμώτου τοπάρχηι τῶν μεμερισμένων αὐτῶι τῆς Ἡρακλείδου μερίδος καὶ Ὥρωι βασιλικῶι γραμματεῖ ἐσπαρκέναι ἐν τῶι ἰδίωι κλήρωι περὶ Ἱερὰν Νῆσον Θεῶν Σωτήρων σησάμωι θερινῶι ἀρούρας ὀγδοήκοντα εἰς τὸ πέμπτον καὶ εἰκοστὸν ἔτος καὶ ἔχειν ἀπὸ τῆς ἐν Κροκοδίλων πόλει τραπέζης κάτεργον εἰς ἑκάστην ἄρουραν ἀργυρίου δραχμὰς δύο ὥστʼ εἶναι δραχμὰς ἑκατὸν ἑξήκοντα καὶ παραμετρήσειν τὸ γενόμενον αὐτῶι σήσαμον πᾶν εἰς τὸ βασιλικὸν ἐν τῶι πέμπτωι καὶ εἰκοστῶι ἔτει καὶ ἀποδώσειν τὸ κάτεργον τῶι βασιλεῖ διὰ τῆς αὐτῆς τραπέζης ἐν τῶι πέμπτωι καὶ εἰκοστῶι ἔτει· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα καὶ ἡ πρᾶξις ἔστω αὐτοῖς καὶ ἄλλωι τῶι τὴν συγγραφὴν ἐπιφέροντι ἐκ τῶν Πτολεμαίου ὑπαρχόντων πάντων καὶ τῶν τοῦ ἐγγύου ὡς πρὸς βασιλικά. ἔγγυος Πτολεμαίου εἰς ἔκτεισιν τοῦ κατέργου Πανεῦις Παῖτος …ης. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Ἀντιγένης Θραῖξ Ἕρμων Πέρσης οἱ δύο τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως, Σώστρατος Θρᾶιξ Διῆς …νης Ἀχαιὸς οἱ τρεῖς τῶν Ἱπποκράτους, οἱ πέντε τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουροι, Πολέμων Μενελάου Μακεδὼν τῆς ἐπιγονῆς. Πτολεμαίου Πετοσίριος Ἀντιγένους …νου Ἕρμωνος Διέους Πανεύιος Ὥρου Σωστράτου Πολέμωνος

---

Documentary Papyri, P.Hamb. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.hamb;1.
