# P.Harr. 1 137

Documentary Papyri, P.Harr. 1, P.Harr. 1 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-harr-1/137
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-harr-1/137

καὶ περὶ κώμην Σιναρὺ ἀμπελικὰ κτήματα β σὺν τοῖς ἐνοῦσι πᾶσι ἀπὸ α Θὼθ τοῦ ιη ἔτους. ἀπὸ δὲ α Ἁθὺρ τοῦ αὐτοῦ ιη ἔτους ὃ εἶχε περὶ κώμην Σερῦφιν Παγκουληίου λεγομένου ἕτερον ἀμπελικὸν κτῆμα καὶ πωμάριον καὶ καλαμείαν σὺν τοῖς ἐνοῦσι πᾶσι. ἐπὶ τῷ ἀντὶ φόρου ἔχειν τὴν μεμισθωκυῖαν ἡμίσειαν τῶν κατʼ ἔτος ἐκγενησομένων ἔκ τε τῶν ἀμπελώνων οἰνικῶν γενημάτων καὶ τῶν καρπῶν τῶν ἐν τούτοις καὶ τῶν …κῶν φοινίκων καὶ φύτων καὶ ἀκροδρύων … ἀμπε… ἐξουσίας οὔσης τῇ μεμισθωκυίᾳ καὶ ὠνῆσαι οἴνου γεν… τοῦ πωμαρίου καὶ τῶν φοινίκων … τῶν ἄλλων ἐπιβαλλόντων αὐτοῖς καὶ ἐκτάκτων καὶ τακτῶν. τῇ μὲν ιϛ τοῦ Φαρμοῦθι ἐν Ἐ…ηπουχίᾳ, οἴνου εὐώδους κεράμια β γίνεται κεράμια δ καὶ ἄρτων ἀρτάβην α ἀρτάβας β, δραχμαὶ ιϛ τῆς δὲ τρυγῆς, ἐν μὲν Σιναρὺ οἴνου τοῦ εὐώδους κεράμια δ ἄρτων ἀρτάβας β, δραχμαὶ ιϛ, καὶ ἐν Πανκουληίωι οἴνου εὐώδους κεράμια δ ἄρτων ἀρτάβας β δραχμαὶ ιϛ καὶ … ὀπώρας σταφυλῆς βότρυας καὶ ὑπὸ τοῦ μισθωτοῦ τιμῆς δελφακίδων δραχμὰς π.

---

Documentary Papyri, P.Harr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.harr;1.
