# P.Harr. 1 68Atripl

Documentary Papyri, P.Harr. 1, P.Harr. 1 68 A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-harr-1/68Atripl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-harr-1/68Atripl

Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπιτρόπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἐστὶ δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳ προσφέρειν μέλλων, ἐν ἐλπίδι εἰμὶ τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταουία Λουκρητία ἐτελεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλᾷ καὶ Λουκρητίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλᾶς ὑποχείριός ἐστι τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι. ἀπέλαβεν οὖν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελιμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ γεγένηται, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶς αὐτοῖς ὑπάρχει ἐνγυτέρω γένει ἢ ἐγὼ Λουκρήτιος Διογένης, διʼ οὕσπερ τήνδε τὴν δέησιν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γράψαι διʼ ὑπογραφῆς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανίας τῶν παίδων, ἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐτοῖς εἰς τελείωσιν. διευτύχει. Μάρκος Λουκρήτιος Διογένης Μάρκου Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀφθαλμῶν ἔχων τὸν ἴδιον κίνδυνον ἐπίτροπον τοῖς ἀφήλιξι καταστῆσαι φροντιεῖ. κολλημάτων ξη. Λουκρήτιος … ἔτους δ αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Τῦβι ιζ.

---

Documentary Papyri, P.Harr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.harr;1.
