# P.Haun. 2 19

Documentary Papyri, P.Haun. 2, P.Haun. 2 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-haun-2/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-haun-2/19

ἠμέλησας μὴ πέμψας συντόμως τὸν σῖτον μάλιστα μηδενὸς ἐνταῦθα ὄντος. καὶ γὰρ ἐφʼ ἑκάστης ὁ ἄνθρωπος ἔρχεται πρὸς ἡμᾶς λέγων ὅτι εἰ μὲν πέμπει μοι ετιμαι, εἰ δὲ μὴ λάβω ἄλλῃ. βλέπε δὲ εἰ δύνῃ πηδῆσαι συ…π… πρὸς τὸν γεωργὸν Ἀρίου, ἐπεὶ ἦλθεν πολλὰ λέγων ὅτι παρήγγειλέν μοι μὴ ἀπελθεῖν πρὸς ἡμᾶς μηδὲ …κ… ἀπενεγκεῖν αὐτοῖς. μὴ οὖν ἀμελήσῃς περὶ τούτου. ἔτι γὲ μὴν φρόντισον διὰ τὰ ἐρίδια καὶ τὰ στυππεῖα. λέγουσιν δὲ οἱ μοναχοὶ ὅτι εἰ τοιαῦτά εἰσιν τὰ τυρία, πλε…ν μὴ ἐνέγκῃ ἡμῖν, ἔτι ἀποίητα γάρ εἰσιν. καὶ διὰ τὰ … τὰ τρυγητικά. καὶ εἴπερ ἀγοράζεις ἡμῖν μὴ ἀμελήσῃς δὲ καὶ διὰ τὴν ἀπαίτησιν ἐν ὅσῳ ἐκτός ἐστιν ὁ γεοῦχος, οἶσθα γὰρ αὐτὸν ὁποῖός ἐστιν. πέμψον δὲ ἡμῖν ξύλα, καὶ γὰρ ἡ ὁδὸς καθαρά ἐστιν. λέγει δὲ Ἀρκαδία ὅτι ἀγόρασόν μοι τύλην καθʼ ὁμοιότητα τῆς σοῦ. τὰ τυρία δὲ Ἰωάννου τὰ ἐπὶ ταμιείωι πέμψον αὐτῶι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις τιμιώτατε ἄδελφε.

---

Documentary Papyri, P.Haun. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.haun;2.
