# P.Herm. 19

Documentary Papyri, P.Herm., P.Herm. 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-herm/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-herm/19

… … παρὰ Ἀπόλλωνος καὶ Θεογνώστου …ωνω…τε χειρ… … διδόναι αὐτοῖς τὸν κλῆρόν μου ἀκέραιον λειτουργιῶν δέκα καὶ πέντε ἀρουρῶν ?, ἐν στέρνοις ἔχων τὸν φόβον τοῦ δικαστηρίου, δέδωκα· καί τινες μετὰ τὸν κλῆρον οὐχ εὑρεθέντες … τοῦ κυρίου μου τοῦ προηγησαμένου καὶ ὑπὸ τοῦ λαμπροτάτου δηφήνσορος … ἐνέχυρον διδόναι ἀντὶ τῶν ἀνεθέντων δέδωκα καὶ οὓς μὴ εὗρον … δέδωκα· ἀλλὰ Θεόδωρός τις μισθωτὴς τοῦ δημοσίου λογιστηρίου … τὸν κληρωθέντα λειτουργὸν καὶ μισθοὺς κομισάμενος παρʼ αὐτοῦ, τοῦτʼ ἔστιν· … λειτουργίας αὐτοῦ καὶ χεῖρα ἐμοῦ πρὸς ἀσφάλειαν τοῦ λειτουργοῦ ἐξεδόμην …ιαν αὐτοῦ ἀπέλυσεν αὐτὸν καὶ κατέφυγεν ἐπὶ τὴν προστασίαν … βουλόμενος ἀπαιτῆσαί με μισθοὺς ὑπὲρ τοῦ κληρωθέντος λειτουργοῦ …ν πέπονθα καὶ νόσῳ συσχεθεὶς ἐπὶ ὅλην ὀκτάμηνον … οἶδεν καὶ πᾶσαν πλείστην πενίαν μου. διὰ τοῦτο καταφεύγω … ἐπὶ τὴν σὴν λαμπρότητα, φιλάνθρωπε τῶν δικαστῶν· οἴκ-τειραί με τὸν μέτριον … Ἀπόλλωνος τοῦ ῥιπαρίου καὶ Θεογνώστου τῶν πολιτευ-ομένων ὅπως βοηθήσουσιν … μὴ ὀχλεῖσθαι ὑπὸ τοῦ στατιωναρίου ὑπὲρ τοῦ κληρω-θέντος λειτουργοῦ …ης, ὅπως ταύτης τῆς εὐεργεσίας ἀπολαύσω. εὐχαριστήσω διὰ παντὸς … σοῦ τύχῃ, κύριε. ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἀρκαδίου αἰωνίου Αὐγούστου τὸ β καὶ Ῥουφίνου τοῦ λαμπροτάτου κόμετος καὶ μαγίστρου … Φαῶφι θ. Αὐρήλιος Ὁνώρατος ἐπιδέδωκα.

---

Documentary Papyri, P.Herm.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.herm.
