# P.Hever 65

Documentary Papyri, P.Hever, P.Hever 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-hever/65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-hever/65

ἐπὶ ὑπάτων Σεργίου Ὀκταουίου Λαίνα Ποντιανοῦ καὶ Μάρκου Ἀντωνίου Ῥουφείνου πρὸ ἑπτὰ εἰδῶν Αὐγούστων, κατὰ δὲ τὸν τῆς νέας ἐπαρχείας Ἀραβίας ἀριθμὸν ἔτους ἕκτου καὶ εἰκοστοῦ μηνὸς Λῴου ἐννεακαιδεκάτῃ ἐν Μαωζα τῆς Ζοαρηνῆς .… Πέτραν μητρόπολιν τῆς Ἀραβίας, … ὡμολογήσατο Ιησους Μαναημου τῶν ἀπὸ κώμης … Σοφφαθε… περὶ πόλιν Λιουιάδος τῆς Περαίας … πρὸς Σαλωμην καλουμένην Κομαϊσην Ληουειου τὴν γυναῖκα, Μαωζηνὴν ὥστε αὐτοὺς ….ετ… συμβιως… αὐτῆς ὡς καὶ πρὸ τούτου τοῦ χρόνου … καὶ ὀφείλειν … τῇ αὐτῇ Κομαισῃ τὴν προῗκα αὐτῆς ἀργυρίου δηνάρια ἐνανήκοντα ἕξ, ἃ ὡμολογήσατο ὁ γήμας ὁ αὐτὸς Ιησους ἀπεσχηκέναι παρʼ αὐτῆς τῇ οὔσῃ ἡμέρᾳ τιμογραφίανκοσμίας γυναικίας ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισμῷ καὶ ἑτέροις γυναικίοις ἀξιοχρέαν …του ἀργυρίου, σὺν αἱρέσει τροφῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέκνων νόμῳ ἑλληνικῷ καὶ ἑλληνικῷ τρόπῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ιησουου πίστεως καὶ κινδύνου πάντων ὑπαρχόντων αὐτοῦ αὐτοῦ ὧν τε ἔχει ἐν τῆ αὐτῆ πατρίδι Σοφφαθε… καὶ ὧν ἂν ἐπικτήσηται … Σ… ἀπὸ τοῦ αὐτοῦ Ιησουου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντη …ς τρόπῳ ὧ ἂν αἱρῆται ἡ αὐτὴ Κομαϊση ἢ ὃς δἰ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι, περὶ τοῦ οὕτως καλῶς γείνεσθαι πίστεως ἐπηρωτημένης καὶ ἀνθωμολογημένης· συμπαρόντος … Μαναημου ἐπιτρόπου τῆς αὐτῆς Κομαϊσης. Ἐπιγραφή …

---

Documentary Papyri, P.Hever. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.hever.
