# P.Hib. 2 198.r5.92-198.v7.148

Documentary Papyri, P.Hib. 2, 198.r5.92 to 198.v7.148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-hib-2/198.r5.92
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-hib-2/198.r5.92

ὑποδεχόμενοι τοὺς ναύτας φωρᾶι βασιλικῆι· ἀγώγιμοι δʼ ἔστωσαν οἵ τε λῃσταὶ καὶ οἱ λοιποὶ κακοῦργοι καὶ οἱ βασιλικοὶ ναῦται πανταχόθεν καὶ μηθεὶς αὐτοὺς ἀφαιρείσθω ἢ ἔνοχος ἔστω αὐτὸς ὁ κωλύων ἢ ὁ …μενος τοῖς αὐτοῖς ἐπιτίμοις οἷς καὶ ὁ λῃστὴς καὶ ὁ τὴν ναῦν λελοιπώς· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ ὑποδεχόμενοι τὰς λείας παρὰ τῶν λῃστῶν ἢ κακούργου ἢ αὐτοὺς ὑποδεχόμενοι ἔνοχοι ἔστωσαν τοῖς αὐτοῖς ἐπιτίμοις καθάπερ … γέγραπται· ε… δὲ τοῖς φ… μὴ ἐκλυέτω μηθεὶς αὐτοὺς ἢ ἔνοχος ἔστω … δʼ ἔρευναν ποιείσθωσαν παραλαβόντες … ἐπιστάτου καὶ τὸν φῶρα τὸν βασιλικὸν … …ρωι ἐστιν καὶ ἄνευ τουτ… …ι· νυκτὸς δὲ μηθεὶς βαδιζέτω … …· ἐὰν δὲ …πις… εχ… ηι καὶ …· διακρινέτωσαν δὲ περὶ αὐτῶν οἱ κριταὶ οἷσπερ καὶ τοὺς λῃστὰς κρίνειν συντέτακται· τοὺς δὲ πλείοντας κατὰ ποταμὸν ὁρμίζεσθαι πρὸ τ… ἐν τοῖς ἀποδεδειγμένοις τόποις· νυκτὸς δὲ μ μ… οῦνται … ἀπολέσωσιν ευ… ἐὰν δέ τινες ὑπὸ χειμῶνος …κληθέντες … ἐπʼ ἀκτῆς ὁρμισθῆναι παρελθόντες ἐπὶ τὰ … συγκύροντα προσαγγελλέτωσαν τοῖς φυλακίταις τήν τε αἰτίαν καὶ τὸν τόπον ἐν ὧι ὡρμίσθησαν καὶ τοῖς προσαγγείλασιν συναποστελλέτω ὁ ἀρχιφυλακίτης φυλακὴν ἱκανὴν οἵτινες φυλάξουσιν τοὺς ὁρμοῦντας ὅπως μηθὲν βίαιον γένηται· καὶ ἐάν τινες παρὰ τοῦ βασιλέως ἀπεσταλμένοι κατὰ σπουδὴν πλείωσιν καὶ βούλωνται πλεῖν νυκτός, συμπροπεμπέτωσαν τούτους καὶ … φυλακιτ… ἐπικλη… νέτω τοῖς … κῆι Μεμφιτ… της πόλει· … Τέκθωι … Κυνοπολιτ… φυλακῆι Ἑρμοπολιτ … Σπέος Ἀρτέμιδος π… ονοης … τομονοι νήσωι … ὁ τὴν φυλακὴν … τρόπωι ὧι ἂν … ποιῶν αὐτ… δὲ οἱ ὑπαρ… φυλάσσειν … λεγμένοι … …ων καὶ … …οτων… βασιλέως προστάξαντος· τοὺς πραγματευομένους τι τῶν βασιλικῶν ἢ …ζοντας καὶ τοὺς τελώνας ἢ τούτων ἀντιγραφεῖς μὴ …η…τειν μηδʼ ἀτελείας διδόναι μηδὲ κατάγειν ἐᾶν μηθὲν ἐὰν μὴ παρὰ Ἐπικύδους τὰ σύμβολα παραγένηται ὧν ἂν καὶ παρὰ Ἡρακλείδηι ἀντίγραφα ὑπάρξηι· εἰ δὲ μὴ ἄκυρα αὐτοῖς ἔσται· ἔτους ιδ Ἀρτεμισίου βασιλέως προστάξαντος· Ἐπικύδους ἀπαγγείλαντος·

---

Documentary Papyri, P.Hib. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.hib;2.
