# P.Iand. 2 11

Documentary Papyri, P.Iand. 2, P.Iand. 2 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-iand-2/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-iand-2/11

… …κ…ρα…α …ει…ης· ἐλπίζω γὰρ εἰς θεὸν ὅτι παρακληθῆναι βούλεται ὁ κύριός μου ὁ Ἐπίμαχος καὶ τάχα παραχωρεῖ τὴν συνωνὴν καθʼ ἕκαστ … εἰσερχομένου τῷ κυρίῳ μου Εὐδαίμωνι· ὀχλεῖ μοι δῆλα ὁ Τρωίλος· διʼ ὃ τὴν …αν τάχιον ἀπόστειλον αὐτῷ, ἵνα μὴ οὕτως ὀχληθῶ· …ἀπέστειλα ἐν εἴδεσιν τοῖς φίλοις τὴν τιμήν· δέξαι καὶ ἅμα … τοῖς φίλοις ἀπόστειλον· καιρὸς γάρ ἐστιν τοῦ ἐπεῖξαι, μὴ ἀκούσω … ὅτι ἀπρέπειά ἐστιν καὶ οὐκ ἔνι. κόμισον δὲ ἓν στυλάριον διὰ τοῦ …σο…ν…η τῷ κυρίῳ μου ἀδελφῷ Πέτρῳ· τὰ δὲ ἄλλα τῶν … ἐν τάχει· οἶδεν γὰρ ὁ θεὸς ὅτι ἐπὶ …ραυσω αὐτά· κόμισον δὲ διὰ τοῦ αὐτοῦ … τῷ κυρίῳ μου ἀδελφῷ Δημητρίῳ μίαν λίτραν … ἀπόστειλον ἐν τάχει· μέντοιγε ὀλίγον …ενον εἰδῶν τοῖς φίλοις μὴ … αὐτῶν ἵνα μετὰ τῶν ἄλλων ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου ἄδελφε.

---

Documentary Papyri, P.Iand. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.iand;2.
