# P.Iand. 6 103

Documentary Papyri, P.Iand. 6, P.Iand. 6 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-iand-6/103
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-iand-6/103

κυρίῳ μου ἀδελφῷ Κορνηλίῳ διάκονι παρὰ Σαβίνου ἐλαχίστου. πρὸ μὲν πάντων εὔχομαι τὸν πανελεήμονα θεόν, ὅπως ὑγιαίνων ἀπολάβῃς τὴν παρʼ ἐμοῦ προσηγορίαν· καὶ καταξίωσον προσαγορεῦσαι ὡς ἐξ ἐμοῦ τὸν ἀδελφὸν ἀββᾶ Δωρόθεον καὶ τὴν κυρίαν τὴν μητέρα αὐτοῦ καὶ τοὺς κυρίους Μακάριον καὶ Εὐσεβῆν. γίγνωσκε δέ, ὅτι ἀπέστειλά σοι ἀγγεῖα ἐλαίου τέσσαρα καὶ μικρὸν ἓν νομισματίων δύο καὶ κερατίων δύο πληρατων, διὰ ἃ γεγράφηκάς μοι· καταξίωσον δὲ ἀποστεῖλαι μοι τὸ τούτων λογάριον. καὶ ὁμοίως ἀπέστειλά σοι γαζίτια καινὰ ἐλαίου ἐννέα· καταξίωσον δὲ παρασχεῖν τῇ μητρὶ Ἠλία γαζίτι … καὶ τῇ παρθενευούσῃ γαζίτιον ἓν καὶ τῷ ἀδελφῷ Δωροθέῳ γαζίτιον ἓν καὶ τὰ λοιπὰ καταξίωσον κατασχεῖν σεαυτῷ. καὶ μάθε, εἴ τι χρείαν ἔχει ὁ ἀββᾶ Μακάριος καὶ ἀντίγραψόν μοι· ἐὰν δὲ θέλῃ, τὸ ὁλοκοττίνιν τοῦ σιδηρίου καταξίωσον παρασχεῖν, ὃ ἀπέστειλά σοι. καὶ καταξίωσον πανταχόθεν δέξασθαι ὁλοκόττινα καὶ ἀποστεῖλαί μοι. ἐπειδὴ δὲ ἔγραψάς μοι διὰ τὸ ὀγκιαρήσιον, οὔπω εὗρον καὶ σὺν θεῷ ἀποστέλλω τῇ σῇ ἁγιότητι. μνήσθητι δὲ διὰ τὸ ξέστιν τὸ ἀσήμινον καὶ ἀπόστειλόν μοι αὐτὸ ἐκ τῆς οἰκίας τοῦ κυρίου Βίκτορος, ὅτι ἐληθάργησα. προσαγορεύει σε ὁ σὸς δοῦλος Λυκᾶτος ὁ καὶ γράψας. εὔχου δὲ περὶ ἐμοῦ ἐπίδος τῷ ἁγιωτάτῳ καὶ θεοσεβεστάτῳ ἀββᾷ Κορνηλίῳ διάκονι παρὰ Σαβίνου ἐλαχίστου.

---

Documentary Papyri, P.Iand. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.iand;6.
