# P.Iand. Zen. 53

Documentary Papyri, P.Iand. Zen., P.Iand. Zen. 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-iand-zen/53
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-iand-zen/53

ἃ ἐξειλόμεθα ἐκ τοῦ πλοίου ἐν τῶι Βερενίκης Ὅρμωι· ἐλαίου κεράμιον ἡμιδεές α μήκωνος λευκῆς σπυρὶς ἡμιδεής α οἴνου παλαιοῦ κεράμι … μήλων κλούιον α ἐλαιῶν κεράμιον Κνίδιον α ἐν κλουίωι μήκων ῥοῶν ἀγγεῖα γ χεννίων σαλούσιον α …ν ὑδρίσκη … α … ὑδρία … λ… σ… … μ… σ… μετρητ ε… α…ρ μ… σκόρδων σπυρίς α μήκων ἐν κλουίωι οἴνου κεράμιον Χῖον α γρύτης σπυρίς α σκελίδων σπυρίς α ταρίχου σπυρίς α μήκωνος κεράμιον α ὕρχης ταρίχου α κρεῶν κεράμιον α ἄλλο κρεῶν κεράμιον α ταρίχου κεράμιον α βανωτὸς ταρίχου α ἄλλο κεράμιον ταρίχου α μέλιτος καψάκαι β μέλιτος … α ἐλαιῶν Χῖον ἡμίκενον α ἐλαίου κεράμιον κενόν α κρεῶν μοσχείων κεράμιον α ἐλαιῶν κεράμιον α οἴνου βανώτιον α οἴνου Κνιδίου κεράμια β ἐλαίου ἡμιδεὲς κεράμιον α μήκωνος βῖκος α στροβίλων σπυρίδιον α οἴνου βανώτιον ὅθεν ἀποταμιευόμεθα α οἴνου ἐπιχωρίου κεράμιον α οἴνου ὅθεν ἀποχρώμεθα ὄντος Κνιδίου κεράμιον α μάρσιππος ἐν ὧι ὀθόνια καὶ αὐλαία μήλων στάμνος α κίστη ἰτρίων ὅπλα ἀσπὶς φαρέτρα θυρεός κύλισις ἱματίων α λαμπτὴρ λυχνία τράπεζα ἄρτοι Ἀπιακοί ιδ ἄλλη σπυρὶς γρύτης κανᾶ ε Εὐτύχωι σπυρίδες β Ἐφέσου γύριος Χάρμου ῥίσκος ἄλλος ῥίσκος ἡμέτερος ἀριστοφόρων ἀργυρωμάτων σπυρίδες γρύτης β καρύων σπυρίς α ὄξους κεράμιον ἡμιδεές α ἐν κλουίωι μικρῶι μῆλα ἐν κοφίνωι μέλιτος χαβίτια … ἐλαίου ἡμικάδιον α ὀρτύγων σαλούσιον ἃ ἐνεβαλόμεθα ἐκ τῆς Τετταφου εἰς τὸ πλοῖον· μάρσιππος ἱματίων α ἐλαίνων ἡμικάδιον ἡμιδεές α ἰτρίων κίστη ὅπλα ὁλκεῖον χυτρόγαυλος λυχνία τράπεζα μέλιτος καψάκαι γ καρύων βασιλικῶν σπυρίς α ὀρτύγων βανωτός α σφηνέων κεράμιον α ὄξους κεράμιον ἡμιδεές α ταρίχου ξενικοῦ χύτρα α κυβίων κεράμιον α οἴνου Χίου κεράμια β μήκωνος κεράμιον α οἴνου κεράμιον ἡμιδεές α ἄλλο οἴνου ἡμιδεὲς κεράμιον α ταρίχου σπυρίς α ἐλαιῶν βανωτός α κρεῶν κεράμιον α μώιον χαλκωμάτων α κρεῶν μοσχείων κεράμιον α ἄλλη ταρίχου σπυρίς α χεννίων βανωτὸς ἡμιδεής α ῥοῶν βῖκος α ἄλλος ῥοῶν βῖκος ἡμιδεής α ὑπογαστρίων ὕρχης α σκόρδων σπυρίς α ἄλλο κεράμιον ταρίχου ἡμιδεές α μήκωνος σπυρίς α μέλιτος Χαλυβωνίου ἀγγεῖα δ ῥοῶν ὑδρία α ἄλλη ῥοῶν ὑδρία α στροβίλων σπυρίς α ῥοῶν ὑδρία α μήλων α ἄλλη ταρίχου … χύτρα α ἐλαιῶν κεράμιον … ῥοῶν κεράμιον ἡμιδεές α ἐλαίου λευκοῦ βανωτὸς ἡμιδεής α οἴνου βανωτὸς ἡμιδεής α μήλων βῖκος α οἴνου παλαιοῦ κεράμιον α μήκωνος σπυρίς α Χῖον ἐν ὧι ἐλαῖαι βῖκος ἡμιδεὴς μήκωνος α οἴνου βανωτός α ἐλαιῶν κεράμιον Κνίδιον ἡμιδεές α ἐλαίου κεράμιον α οἴνου Κνιδίου κεράμια β στροβίλων σπυρίδιον μικρόν … οἰναγεῖον … μέλιτος κεράμιον Λευκάδιον α ἐλαίου λευκοῦ τρίχους

---

Documentary Papyri, P.Iand. Zen.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.iand.zen.
