# P.Kellis 1 65

Documentary Papyri, P.Kellis 1, P.Kellis 1 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-kellis-1/65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-kellis-1/65

Φιλάμμων Τεκοσε τῇ ἀδελφῇ μου πολλὰ χαίρειν. θαυμάζω πῶς οὐκ ἔγραψάς μοι μίαν ἐπιστολὴν περὶ οὐδενὸς ἁπλῶς. ἔγραψά σοι πρὸ τούτου ὅτι· τήρησον τὸν τόπον μου ὅς ἐστιν ἐπὶ μισθῷ ὤν. τοίνυν οὖν καλῶς ποιήσεις λάβε ἀνθρώπους καὶ εἴκασον τὰς ἐλαίας. ἐὰν δὲ ὁ θεὸς κελεύει σʼ ἀπολῦσαι ἡμᾶς καὶ ζήσωμεν, ἐγὼ πληρώσω σοι τὴν χάριν σου, ἐὰν δὲ μὴ ὁ θεός, δίδωμί σοι τὴν χάριν. πάντως γὰρ καὶ σὺ ἤκουσας ἃ περὶ ἡμῶν ἐγένετο ἐνθάδε. ἁπλῶς δὲ περὶ πάντων πιστεύσω σοι τὸν ἐμὸν τόπον, ἵνα τηρήσῃς σὺ αὐτόν. καὶ τὸ μικκὸν ἐλάδιον ἐὰν ἄγῃς παρὰ σέ, πώλησον αὐτὸ καὶ ταχέως πέμψῃς τὴν τιμὴν διὰ πιστοῦ ἀνθρώπου, ἐπεὶ χρείαν αὐτοῦ ἔχω ἐνθάδε, ὅτι πολλὰ ζημία μοι ἐδόθη ἐνθάδε. καὶ τὸν πῶλον, πώλησον αὐτὸν καὶ πέμψῃς τὴν τιμήν. θαυμάζω δέ· ἔγραψά σοι ὅτι· πέμψῃς τὸ μαφόρτιόν μου καὶ τὸ χιτώνιον, καὶ οὐκ ἐμέλησέ σοι· πέμψῃς μοι. οἶδες καὶ σὺ ὅτι ἐγὼ μνημονεύω. διὰ τί καὶ ἡμᾶς οὐκ ἐμνημόνευες, ἀλλὰ λήθαργὸς σύ; ἀσπάζομαι τὸν υἱόν σου Ψάιν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. ἀσπάζομαι Χῶλον, ἀσπάζομαι Ἀμμώνιον. τοίνυν οὖν βλέπῃς τὴν μητέρα μου. ὅσα ἔχεις μοι, τήρησον αὐτὴν ὅτι οὔπω ἔμαθε τὰ περὶ ἡμῶν ἐνθάδε. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Τεκοσε ἀδελφῇ μου παρὰ Φιλάμμωνος

---

Documentary Papyri, P.Kellis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.kellis;1.
