# P.Kellis 1 72

Documentary Papyri, P.Kellis 1, P.Kellis 1 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-kellis-1/72
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-kellis-1/72

κυρίῳ μου ἀδελφῷ Παμοῦρι Πεκῦσις ὁ ἀδελφός σου. πρὸ παντὸς πολλά σε προσαγορεύω εὐχόμενος ὁλοκληρεῖν. προσαγορεύει σε ἡ σύμβιός σου καὶ ὁ υἱός σου Ὧρος καὶ ἡ μικρὰ αὐτοῦ ἀδελφή. ἀσπάζεταί σε ὁ ἀδελφός σου Ὧρος καὶ Θεόγνωστος καὶ Ψάις καὶ πάντες οἱ ἡμέτεροι καὶ ἐρρωμένοι ἐσμὲν πάντες θεοῦ χάριτι. ἴσως μὲν ἠκούσθης περὶ τοῦ υἱοῦ ἡμῶν Ὥρου ὅτι λειτουργεῖ ἄρτι καὶ πάντως διὰ τοῦτο οὐκ ἠθέλησας πρὸς ἡμᾶς ἐλθεῖν προορώμενος τὴν τῆς λειτουργίας πίμπλησιν ἐλθὲ σύ, καὶ χρείαν σου οὐκ ἔχει εἰς τοῦτο. θαυμάζω δὲ πῶς οὐκ ἐπέστειλάς μοι καὶ ἐὰν ποκάριον ἓν εἰδὼς ἡμᾶς μὴ ἄλλο ἔχοντας ἐν χερσί. οὔτε ἐμοὶ ἔπεμψας οὔτε τῷ υἱῷ σου. οὐ μόνος γὰρ αὐτὸς σχολάζει εἰς τὴν ὑπηρεσίαν τῆς λειτουργίας, ἀλλά ἐγὼ αὐτὸς σχολὴν πρὸς μίαν ὥραν οὐκ ἔχω ἀπὸ τῶν τοιούτων· ἐκπλήττομαι δέ σου τὸ ἀμέριμνον περὶ ἡμῶν. εἰ γὰρ ἠγόρασας τὴν μικρὰν πορφύραν καὶ μόνον διὰ σάκκον, οὐκ ἔπεμψας. θαυμαστόν· ἐδύνου γὰρ σαβάνιον ἀγοράσαι καὶ βαλεῖν αὐτὴν εἰς αὐτὸ καὶ ἀποστεῖλαί μοι. ἀξιωθεὶς δὲ καλόχρωμον ἀγόρασόν μοι τὸ μικρὸν ἐρίδιον. πρόσειπέ μοι τὸν ἀδελφὸν Φιλάμμωνα, εἰ παρὰ σοί ἐστι. ὃ ποιεῖς ποίησον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις εὐτυχοῦντα. καὶ καταλαμβάνω ὑμᾶς ταχέως ἐπὶ τοῦτο, ὡς γὰρ βαρυκέφαλος ἐφάνης. ἐλυπήθημεν δὲ πάνυ … μὴ δεξάμενοι διὰ τῶν πρὸς ἡμᾶς νυνὶ ἐληλυθότων, Νεστόριον δὲ λέγω καὶ Βησᾶν Σύρου. ὅλην γὰρ τὴν ἡμέραν ἐν ᾗ εἰσεληλύθασιν ἔτι ἠξέφαινεν … θέσεως … ἔρρωσαι κυρίῳ μου ἀδελφῶι Παμοῦρι Πεκῦσις

---

Documentary Papyri, P.Kellis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.kellis;1.
