# P.Kellis 1 8

Documentary Papyri, P.Kellis 1, P.Kellis 1 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-kellis-1/8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-kellis-1/8

Αὐρήλιοι Ψάις Πεκύσιος Παλιτοῦτος καὶ Τατοῦπ ἡ αὐτοῦ γυνή, ἀμφότεροι ἀπὸ κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ καταμένοντες ἐν ἐποικίῳ Ε… Αὐρηλίῳ Τιθοεῖ Πετήσιος τέκτονι ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν δούλην χαμαίρετον τροφευθεῖσαν ὑπʼ ἐμοῦ τῆς προκειμένης γυναικὸς τῷ ἐμαυτῆς γάλακτι τιμὴς τῆς πρὸς ἀλλήλους συνπεφωνημένης δεποτικῶν ἁπλῶν νεοχαράκτων νομισματίων δύο, γίνεται νομισμάτια β, ἅπερ ἐδεξάμεθα παρὰ σοῦ διὰ χειρὸς πλήρη ἐφʼ οἷς εὐδοκοῦμεν πᾶσι τοῖς ἐγγεγραμμένοις πρὸς τὸ ἀπὸ τοῦ νῦν σε τὸν ὠνούμενον ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τῆς πεπραμένης σοι δούλης καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς τρόπῳ ᾧ ἂν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης ἡμῖν τοῖς ἀποδομένοις διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. κυρία ἡ πρᾶσις δισσῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος βεβαία ἔστω καὶ ἔννομος πανταχοῦ ἐπιφερομένη καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Μαμερτίνου καὶ Νεβουιέττα τῶν λαμπροτάτων, Θὼθ καθʼ Ἕλληνας. Αὐρήλιος Ψάις Πεκύσιος καὶ Τατοῦπ γυνὴ οἱ προκείμενοι πεπράκαμεν τὴν προκειμένην δούλην … καὶ ἀπέσχομεν τὴν τιμὴν ἐν χρυσοῦ νομισματίοις δυσὶ καὶ βεβαιώσομέν σοι πάσῃ βεβαιώσει ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Τιμόθεος Ἁρποκρατίωνος ἄρξας ἀξιωθείς Αὐρήλιος Δημοσθένης Πολυκράτους ἀπὸ κώμης Κέλλεως μαρτυρῶ. Αὐρήλιος Ὡρίων Τιμοθέου ἀπὸ κώμης Κέλλεως μαρτυρῶ.

---

Documentary Papyri, P.Kellis 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.kellis;1.
