# P.Köln 10 421Appendix1

Documentary Papyri, P.Köln 10, P.Köln 10 App. p. 199-202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-koln-10/421Appendix1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-koln-10/421Appendix1

… …ς… ὑπογραφοντ… …λ…ου φανεροῦ λ…ερα πράγματα καὶ κατεστήσατό με ἐπάνω τ…εα…ουπρ…μ…λο… τῷ συντεθέντι παρʼ αὐτοῦ διαθηκιμαίῳ γράμματι καὶ ὁρισθέν μοι παρὰ τοῦ προειρημένου μου ἀδελφοῦ τὸ κτῆμα κλήρου Ψινεΐου σὺν δικαίοις πᾶσι καὶ τὰς ἄλλας αὐτοῦ ἀρούρας διακειμένας ἐν κλήρῳ Νεμπκῆτος καὶ πάσας τὰς προσόδους τούτων διοικήσασθαι δικαίως καὶ ἀναλίσκειν τὴν κατ… πρόσοδον πρὸς τὰς ἁγίας προσφορὰς καὶ ἀγάπας καὶ μ… πληρῶσαι τὰ ἑαυτοῦ δημόσια καὶ τὰ χρεοφλήματα πρὸς ὅλον τὸν χρόνον τῆς ἐμῆς ζωῆς πρὸς τὴν πίστιν τῆς αὐτοῦ ἐγγράφου βουλήσεως καὶ ε…ω…εῖσθαι παρʼ ἐμοῦ ἀκαταφρονήτως. καὶ ἐπειδὴ πρὸ ὀλίγου τοῦ χρόνου τὸ προκείμενον κτῆμα ἐπορθήθη καὶ ἀπελύθη ἐν καιρῷ τῆς στενοσίας καὶ μοχθηρίας, οὐκ ἐδυνήθην ὑπομεῖναι τὸ βάρος τῆς αὐτουργίας καὶ τὰ δημόσια καὶ τὴν φροντίδα τῆς ὑπουργίας τῆς μνήμης τοῦ προκειμένου μακαριωτάτου μου ἀδελφοῦ καὶ τὰ χρεοφλήματα ἐν καιροῖς μοχθηροῖς καὶ ἀβρόχοις, μάλιστα δὲ τὴν ἐμὴν γεραιότητα καὶ ἀδυναστίαν μενούση, ἐκάθισα δὲ ἐμαυτὸν ὡς μᾶλλον σύμφερον ἐπιλέξαι ἱκανοὺς ἄνδρας εἰς τὸ ἀναγκαῖον καὶ εὐσεβὲς ἔργον κατὰ τὴν δύναμιν τῆς γεγενημένης μοι παρὰ τοῦ προκειμένου μακαριωτάτου μου ἀδελφοῦ Ἑρμαουῶτος , ηὗρον δὲ τὸν τιμιώτατον καὶ ἐλεεινότερον Βησαρίωνα υἱὸν Διοσκόρου καὶ Ἀπολλῶν τὸν αὐτοῦ ἀδελφὸν καὶ τούτων ἠξίωσα αὐτοὺς …ον ἐκ δακρύων …σων καὶ μεγάλων πνευστιῶν καὶ τούτους …ρουντ…κ…ς… πεποιήκασι καὶ μὴ τὴν ἁγίαν μνήμην τοῦ προειρημένου μου ἀδελφοῦ ἀπολυθῆναι καὶ ἐδυνήθησαν θεοῦ θέλοντος καὶ ἐκτήθησαν καὶ ἐφύτευσαν τὸ προκείμενον κτῆμα ὀνόματος τοῦ προγεγραμμένου μου ἀδελφοῦ ἐν νεοφυτίῳ ἀμπέλῳ ἐκ τοῦ ἰδίου τῶν πόνων καὶ ἱδρύτων αἵματος ἐξ ἐμῆς βουλήσεως …ον καὶ βουλο…ως νόμιμον …

---

Documentary Papyri, P.Köln 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.koeln;10.
