# P.Köln 14 592.G.17-55

Documentary Papyri, P.Köln 14, 592.G.17 to 592.G.55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-koln-14/592.G.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-koln-14/592.G.17

πέμπτης ἰνδικτίονος εἰς τοὺς καρποὺς τῆς σὺν θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς καὶ εἰς τὸ παντελές, μηδενὸς ὑμῖν ἀντιποιησομένου τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων, καὶ τὸν ἐπελευσόμενον εἰς ὑμᾶς τοῦ λοιποῦ περὶ τούτου ἐγὼ αὐτὸν ἀποτρέψω ὑμῶν ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου παντὶ καίρῳ ἐπάναγκες· εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως, τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τὼ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην ἥνπερ ἁπλῆν γραφεῖσαν ἑκὼν καὶ πεπεισμένος ἐθέμην ὑμῖν ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειομένην μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων ἀξιοπίστων ἐξεδόμην ὑμῖν πρὸς ἀσφάλειαν, εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς ἐγγράφου … καὶ ὑποκειμένων ὑμῖν εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης· καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεὶς ταῦθʼ οὕτως οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολόγησα. δῆλον ὅτι … … τῶν αὐτῶν δύο ἀρουρῶν τοῦ γεωργίου … … τῷ δημοσίῳ μοδίῳ σὺν ναύλοις καὶ … … τέσσερα ζυγῷ δημοσίῳ ὡς εἴρηται … … Αὐρήλιος Κωνσταντῖνος … ὁ προκείμενος ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τελείαν τιμὴν χρυσοῦ νομισμάτια τρία καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα καὶ ὤμοσα τὸν θεῖον ὄρκον ὡς πρόκειται. Αὐρηλία Τα… ταύτῃ τῇ πράσει ὡς προκειται. Μαθίας Ἐνὼχ σὺν θεῷ πρεσβύτερος ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. Αὐρήλιος … μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων. … …ίου μαρτυρῶ ταύτῃ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν τρίων νομισματίων τῆς τιμῆς. … μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν τριῶν νομισματίων τῆς τιμῆς. … …ιος Κυριακοῦ μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν τριῶν νομισματίων τῆς τιμῆς. Αὐρήλιος …

---

Documentary Papyri, P.Köln 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.koeln;14.
