# P.Köln 3 158

Documentary Papyri, P.Köln 3, P.Köln 3 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-koln-3/158
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-koln-3/158

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Μαυρικίου Αὐγούστου ἔτους ιϛ Φαῶφι κ τῆς παρούσης γ ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. Αὐρήλιοι Παῦλος καὶ Βίκτωρ ὁμογνήσιοι ἀδελφοὶ υἱοὶ μισθωταὶ ἀρτοκοπίου καλουμένου Σενπίου ἀφʼ Ἡρακλέους πόλεως Αὐρηλίῳ Διοσκόρῳ υἱῷ Σαρμάτου ἀπὸ κώμης Τεβέτνυ τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι ἡμᾶς παρὰ σοῦ ἀπὸ χειρὸς εἰς χεῖρας εἰς ἰδίαν ἡμῶν καὶ ἀναγκαίαν χρείαν κεφαλαίου χρυσοῦ νομισμάτια δύο ζυγῷ Ἀρσινοίτου, γίνεται χρυσοῦ νομισμάτια β , ἅπερ σοι ἀποδώσομεν τῷ μὲν Μεσορὴ μηνὶ τῆς αὐτῆς γ ἰνδικτίωνος χρυσοῦ νομισμάτιον ἓν καὶ τῷ Θὼθ μηνὶ τῆς σύν θεῷ τετάρτης ἰνδικτίωνος τὸ ἄλλο ἓν νομισμάτιον. τὸ γραμματεῖον κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. οἱ προκίμενοι συμφωνεῖ ἡμῖν πάντα ὡς πρόκιται. Αὐρήλιος Χρῆστος Ἰωάννου ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. … χειρόγραφον Παύλου καὶ Βίκτορος ἀδελφῶν μισθωτῶν ἀρτοκοπίου ἀφʼ Ἡρακλέους πόλεως χρυσοῦ νομισματίων β

---

Documentary Papyri, P.Köln 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.koeln;3.
