# P.Köln 4 186

Documentary Papyri, P.Köln 4, P.Köln 4 186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-koln-4/186
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-koln-4/186

…βιαζόμενοι διεδορατίζοντο νεανικώτερον, διὸ καὶ συνέβη … … πολὺ καταβαρῆσαι τοὺς παρʼ ἡμῶν διενέγκαντας ταῖς εὐψυχίαις καὶ ἐντ… ἄνδρας ἀγαθοὺς καὶ τῶν πατρίδων ἀξίους γενομένους κυριεῦσαι τοῦ χάρακος καὶ … … αὐτοὺς ὑφʼ αὑτῶν διὰ τὸ ἐντὸς πάντας ἀπειλῆφθαι καὶ μηδεμίαν ἀναφυγὴν ἔχειν εἰς τάφρους τε καὶ διώρυχας ἐμπίπτοντας καὶ περιπνιγεῖς γινομένους … καὶ …ομένους διαφθείρεσθαι, ὥστʼ εἰ καί τις διαλαθέσθαι βούλοιτο … ὑπὸ τῆς ἡμετέρας ἵππου διὰ τὸ εὐρύχωρον εἶναι εὐμαρῶς συνέβαινεν χειροῦσθαι· … …ν ἐν τούτοις ἐπισήμων, ἄπειρον ἦν ἐξαριθμήσασθαι. πρὸς δὲ τούτοις τῶν ἐντὸς τῆς περιβολῆς Ἁρκοννῆσιν ζῶντα ἐλάβομεν καὶ Εὔφρονα Ἀκώριος τῶν ἐκτὸς … …έντα δʼ εἰς του…ξαγειν καὶ Ἀπολλώνιον τῶν Ἀντιοχείων· καὶ ἄλλους δὲ λαβόντες τῶν ἡγουμένων εἰς ἄνδρας ρκ συνετάξαμεν καταποστεῖλαι ἅμα τοῖς … πλὴν Εὔφρονος διὰ τὰς Ἀκώριος τοῦ πατρὸς χρείας καὶ διὰ τὴν ἀπὸ τῆς ἀρχῆς γεγενημένην … … καὶ ἅμα διὰ τὸ παρὰ σοῦ τὴν ἐξουσίαν ἐσχημέναι ἀπολῦσαι αὐτόν· τοὺς δὲ … … πρὸς παραδειγματισμὸν καὶ ἐπίστασιν, ὅπως μηθεὶς ἐπὶ τοιαῦτα … …ηται ἕτερος, μόνον ταῖς ἀναγκαίαις τροφαῖς καθʼ ὑπερβολὴν τ… … καταλειφθέντες διὰ τὸ τοὺς κατὰ τὴν χώραν πάντας Αἰγυπτίους ἐ…α… … καὶ διὰ τὸ ἀνιᾶσθαι ὑπὸ τοῦ κατὰ νώτου ἐφορμοῦντος στόλου τῶν Πηλουσι … … ποικίλοις καὶ παντοδαποῖς καιροῖς περιτυχόντες εἰς τοὺς ἐσχάτους … καθάπερ δὲ …εν εὐχόμενοι μετὰ τῆς τῶν θεῶν εὐμενείας … …τηστ…μώτατα παραδοῦναι ἐν τῆι ἀρίστηι διαθέσει … … ἡ ἐπιβολὴ τ…γιας μέγιστον οὐδʼ ἀναγκαιότατον … …τεδου…ωκ…ν… πλεονάκις καὶ τῶι ζῆν διακινδυνευ … πεπείσμεθα παραδεδέχθαι. εὐτυχεῖτε …ς ἡμῖν αν…μένης ἁψιμαχίας Ἀριστοκλεῖ τῶν πεζῶν … Φιλίππωι τῶν ἱππέων καὶ ἑκατέρου διὰ τὴν ὀργὴν ὁρμησάντων … καὶ Ἀριστοκλῆν μεταλλάξαι τὸν βίον. διεσάφεις δὲ καὶ τὸν Φίλιππον συνες… …αιε…υν μ…εμιαι ἄλληι παρακολουθεῖς τοῖς πεπραγμένοις … …λην ἀφαπ…μένην… θανάτου μὲν οὐδαμῶς ἄξιός ἐστιν … … τελευτὴν πρὸς φόνον ἐληλυθώς. ταὐτομάτου δὲ τὴν …τ…

---

Documentary Papyri, P.Köln 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.koeln;4.
