# P.Köln 7 319

Documentary Papyri, P.Köln 7, P.Köln 7 319. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-koln-7/319
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-koln-7/319

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μηνὶ Ἐπὶφ ιη τῆς παρούσης πρώτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. Αὐρήλιος Ἰωάννης γεωργὸς υἱὸς τοῦ μακαρίου Ἰωσῆφ ἀπὸ κώμης Πεενπεβίχεως τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Ἑνῶχ υἱῷ Ἀπολλῶ ἀπὸ τῆς αὐτῆς κώμης. ἐπείπερ κατὰ τὰς προσενεχθείσας σοι παρʼ ἐμοῦ αἰτήσεις προσῆλθες εἰς τὴν ὑπὲρ ἐμοῦ ἐγγύην παρὰ Φλαυίῳ Φοιβάμμωνι τῷ ἐνδοξοτάτῳ ἰλλουστρίῳ καὶ παγάρχῳ ταύτης Ἡρακλέους πόλεως, κατὰ τοῦτο ὁμολογῶ, ὁτεδήποτε ζητηθῶ παρὰ τοῦ εἰρημένου ἐνδοξοτάτου ἀνδρός, ἑτοίμως με ἔχειν ἐμφανῆ ἐμαυτὸν καταστῆσαι καὶ ἀπολογήσασθαι τῷ ἐπιζητοῦντί μοι προσώπῳ καὶ ἀνενόχλητόν σε ποιῆσαι ἕνεκεν τῆς τοιαύτης ἀντιφωνήσεως· εἰ δὲ μὴ τοῦτο ποιήσω, ἀλλʼ ἐὰν καὶ συμβῇ σὲ ὅπερ ἀπείη ζημίαν ὑπὲρ ἐμοῦ ὑποστῆναι, ὥστε σε ἄδειαν ἔχειν καὶ ἐξουσίαν ἐπιβῆναι πάντων τῶν ἐμῶν πραγμάτων καὶ πωλῆσαι ἐξ αὐτ καὶ ὑποθέσθαι καὶ δοῦναι ἐπὶ ἑτέρῳ τρόπῳ, ἄχρις ἂν τὸ ἱκανόν σοι γένηται. κυρία ἡ παροῦσα παρακλητικὴ ὁμολογία καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα.

---

Documentary Papyri, P.Köln 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.koeln;7.
