# P.Kynopolites 4

Documentary Papyri, P.Kynopolites, P.Kynopolites 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-kynopolites/4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-kynopolites/4

Πλέωμβρις καὶ Κολλούθης οἱ ἐξειληφότες τὸ τέλος τοῦ φαρμάκου καὶ τῆς κεδρίας τοῦ Κυνοπολίτου εἰς τὸ ἐνεστηκὸς κβ ἔτος Ἁρενδώτηι Ἁρπαπάσιτος καὶ τοῖς τούτου υἱοῖς καὶ Πετοσίρει Ἁρενδώτου καὶ Ὥρωι Θοτέως καὶ Ἀλίλει Πετενούφιος καὶ τῶι τούτου υἱῶι καὶ Πετοσίρει Κομοάπιος πᾶσι τοῖς ἐξ Ἀπόλλωνος πόλεως νεκροτάφοις χαίρειν. συγκεχωρήκαμεν ὑμῖν ἐπιδέχεσθαι καὶ εἰσάγειν εἰς τὰς ὑμετέρας νεκρίας τοὺς ἀποθανουμένους ἔν τε τῆι Ἀπόλλωνος πόλει καὶ τῆι κάτω τοπαρχίαι ἐν τῶι ἐνεστηκότι ἔτει καὶ χρᾶσθαι εἰς τούτους κεδρίαι χαλκοῦ ταλάντων ἐννέα, ὧν τὴν διαγραφὴν ποιήσεσθε ἀπὸ Θωυθ ἕως Παχων κατὰ μῆνα τῆι κ̅ χαλκοῦ τάλαντον ἕν, ἐφ’ ὧι χωρὶς τούτων δώσετε ἑκάστου νεκροῦ τέλος χαλκοῦ δραχμὰς δισχιλίας ἑπτακοσίας καὶ τοῦ δὲ κατατεθησομένου εἰς γῆν καὶ ἀνορυγησομένου πρὸ ἡμερῶν ἑβδομήκοντα τὰς ἴσας χαλκοῦ δραχμὰς ᾿Βψ, μετὰ δὲ τὰς ἑβδομήκοντα ἡμέρας χαλκοῦ δραχμὰς υ, ἑκάστου δὲ σώματος οὗ ἐὰν τῆι ἐσχαταίαι θάψητε χαλκοῦ ἑξακοσίας, τῶν δὲ ὑπὸ τῶν ἰδιωτῶν εἰς ταφὴν ἑψηθησομένων φαρμάκων εἶναι αὐτοὺς ἐν τῆι ἡμετέραι ἐξουσίαι, τοῦ δὲ ἀφηλίκου τὸ ἥμισυ τῶν διδομένων ὑπὲρ τῶν τελείων δώσετε, οὗ δὲ ἐὰν ἐπιδέξησθε ἀτελωνήτου σώματος ἐκτείσετε πενταπλοῦν τέλος, τῶν δὲ ἱερέων ἀτελῶν ὄντων σὺν γυναιξὶ καὶ τέκνοις τὰ κατ’ ἔτος ὑποκείμενα οἴνου κεράμια τέσσαρα ἥμισυ ἀποδώσειν. ἡ συγχώρησις ἥδε κυρία. ἔτους κβ Τυβι κβ. διὰ Νικαγόρου νομογράφου.

---

Documentary Papyri, P.Kynopolites. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.kynopolites.
