# P.Laur. 1 11r

Documentary Papyri, P.Laur. 1, P.Laur. 1 11 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-laur-1/11r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-laur-1/11r

… κ Αὐρηλίᾳ Δημητρίᾳ ματρώνᾳ στολάτα θυγατρὶ Αὐρηλίου Ποσιδωνίου γεναμένου ὑπομνηματογράφου διὰ Εὐπόρου φροντιστοῦ ἐποικίου Ψέτ. ἀργυρικὸς λόγος τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους. ἔστι δέ· λήμματος διὰ Ἡρωνᾶ χειριστοῦ ὥστε ἐξώτερον διδομένην γραφὴν ὑπὲρ …κυσι Βακχιώτῃ δραχμαὶ π ἀπὸ τιμῆς ἀρταβῶν κ πραθέντων τοῖς ἐργάταις… ι καὶ ἄλλων μέτρῳ δημοσίῳ ἐκ δραχμῶν ιβ δραχμαὶ σμ ἐκ λόγου τοῦ προτέρου μηνὸς ἐλοιπογράφησαν δραχμαὶ ρλϛ χαλκίνη γίνονται λήμματος δραχμαὶ υνζ χαλκίνη ὧν ἀναλώματος· βοτανίζοντες ἐν τῷ πυρῷ … ἐργάται λα ἐξ ὀβολῶν ιβ δραχμαὶ νγ ὀβολὸς … ποτίζοντες ἐν ἄλλῳ κλήρῳ ἀρούρας κδ … ἐργάται ιϛ δραχμαὶ κζ τριώβολον … ποτίζοντες ἐν τῷ λαχάνῳ ἀρούρας β ἐργάται ϛ … ποτίζοντες ἐν ἄλλῳ κλήρῳ ἀρούρας δ η … λεγομένῳ ἐργάται ε … ποτίζοντες ἐν τῇ κριθῇ ἄλλοι ἐργάται δ ποτίζοντες εἰς φύλλον ἐν τῷ πυρῷ κλήρου ἀρούρας ιϛ …ρους ἐργάται ζ κα ὁμοίως ποτίζοντες ἐν ἄλλῳ κλήρῳ ἀρούρας η πυρῷ ἀρούρας δ καὶ λαχάνου ἀρούρας δ ἐργάται δ ὁμοίως ποτίζοντες χόρτον ἀρουρῶν ια ἐργάται β ὁμοίως ποτίζοντες χόρτον ἐν ἄλλῳ κλήρῳ ἀρουρῶν ιθ Κλήμου λεγομένῳ ἐργάται ζ ὁμοίως ποτίζοντες χόρτον ἄλλων ἀρουρῶν ια ἐν τῇ αὐτῇ σφραγῖδι Κλήμου λεγομένῃ ἐργάται γ ὁμοίως ποτίζοντες χόρτον ἐν ἄλλῳ τόπῳ ἀπὸ ἀπηλιώτου ἀρουρῶν κδ ἀρουρῶν β ἐργάται γ ὁμοίως ποτίζοντες ἐν ἄλλῳ κλήρῳ λαχάνου ἀρούρας β ἐργάται β σκάπτοντες καὶ μεταφέροντες χῶμα ἕν , φράσωντες ἓν ὑδραγωγὸν ἀνὰ μέσον ἀρουρῶν ιϛ καὶ ἀρουρῶν κδ πρὸς ποτισμὸν ἐργάται δ ὁμοίως ποτίζοντες χόρτον ἐν δυσὶ τόποις ἀρουρῶν ιε ἐργάται δ γίνονται τούτων ἐργάται ϙη ἐξ ὀβολῶν ιβ δραχμαὶ ρξη ὀψωνιαστῶν ὁμοίως· Πτόλλις βουκόλῳ ὑπὲρ τοῦ μηνὸς δραχμαὶ ξδ Πανεσάτις ταυρελάτῃ ὁμοίως δραχμαὶ νβ ἐμοὶ Εὐπόρῳ ὁμοίως δραχμαὶ μ τιμῆς ἐλαίου τοῖς καμηλάταις μεταφέρουσι κριθὴν ἐπὶ ἡμέρας β δραχμὴ α ὀβολὸς γίνονται καὶ τούτων δραχμαὶ ρνζ ὀβολὸς, ἀνθʼ ὧν λήμματος δραχμαὶ υνζ χαλκίνη, λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα δραχμαὶ ρλβ πεντώβολον

---

Documentary Papyri, P.Laur. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.laur;1.
